Book 42
§1 ἐνθαῦτα ἀγγέλλεται Ἀλέξανδρον ἐπὶ Σούσων στέλλεσθαι. ἔνθεν καὶ αὐτοὶ τὸ ὀπίσω ἔπλωον, ὡς κατὰ τὸν Πασιτίγριν ποταμὸν ἀναπλώσαντες συμμῖξαι Ἀλεξάνδρῳ.
§2 ἔπλωον δὴ τὸ ἔμπαλιν ἐν ἀριστερῇ τὴν γῆν τὴν Σουσίδα ἔχοντες, καὶ παραπλώουσι λίμνην, ἐς ἥν Τίγρης ἐρβάλλει ποταμός,
§3 ὃς ῥέων ἐξ Ἀρμενίων ταρὰ πόλιν Νῖνον, πάλαι ποτὲ μεγάλην καὶ εὐδαίμονα, τὴν μέσην ἑωυτοῦ τε καὶ τοῦ Εὐφράτεω ποταμοῦἥν Μεσοποταμίην ἐπὸ τῷδε κληίζεσθαιἀπείργει.
§4 ἀπὸ δὲ τῆς λίμνης ἐς αὐτὸν τὸν ποταμὸν στάδιοι ἑξακόσιοι, ἵνα καὶ κώμη τῆς Σουσίδος, ἣν καλέουσιν Ἄγινιν· αὕτη δὲ ἀπέχει Σούσων σταδίους ἐς πεντακοσίους. μῆκος τοῦ παραπλόου τῆς Σουσίων γῆς ἔστε ἐπὶ τὸ στόμα τοῦ Πασιτίγριδος ποταμοῦ στάδιοι δισχίλιοι.
§5 ἐνθένδε κατὰ τὸν Πασιτίγριν ἀνέπλωον διὰ χώρης οἰκεομένης καὶ εὐδαίμονος. ἀναπλώσαντες δὲ σταδίους ὡς πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται, προσμένοντες οὕστινας ἐστάλκει Νέαρχος σκεψομένους ἵνα βασιλεὺς εἴη.
§6 αὐτὸς δὲ ἔθυε θεοῖσι τοῖσι σωτῆρσι, καὶ ἀγῶνα ἐποίεε, καὶ στρατιὴ ναυτικὴ πᾶσα ἐν εὐθυμίῃσιν ἦν.
§7 ὡς δὲ προσάγων ἤδη Ἀλέξανδρος ἠγγέλλετο, ἔπλωον αὖθις ἐς τὸ ἄνω κατὰ τὸν ποταμόν· καὶ πρὸς τῇ σχεδίῃ ὁρμίζονται, ἐπʼ ἧς τὸ στράτευμα διαβιβάσειν ἔμελλεν Ἀλεξανδρος ἐς Σοῦσα.
§8 ἐνθαῦτα ἀνεμίγη στρατός, καὶ θυσίαι πρὸς Ἀλεξάνδρου ἐθύοντο ἐπὶ τῶν νεῶν τε καὶ τῶν ἀνθρώπων τῇ σωτηρίῃ, καὶ ἀγῶνες ἐποιέοντο· καὶ Νέαρχος ὅκου παραφανείη τῆς στρατιῆς, ἄνθεσί τε καὶ ταινίῃσιν ἐβάλλετο.
§9 ἔνθα καὶ χρυσέῳ στεφάνῳ στεφανοῦνται ται ἐξ Ἀλεξάνδρου Νέαρχός τε καὶ Λεόννατος, Νέαρχος μὲν ἐπὶ τοῦ ναυτικοῦ τῇ σωτηρίῃ, Λεόννατος δὲ ἐπὶ τῇ νίκῃ, ἥν Ὠρείτας τε ἐνίκησε καὶ τοὺς Ὠρείτῃσι προσοικέοντας βαρβάρους. οὕτω μὲν ἀπεσώθη Ἀλεξάνδρῳ ἐκ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς στρατός.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up