Book 29
§1 ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες διεκπλώουσι σταδίους ἐς χιλίους ἐς Τάλμενα λιμένα εὔορμον. ἐνθένδε ἐς Κανασίδα πόλιν ἐρήμην σταδίους ἐς τετρακοσίους, ἵνα τινὶ φρέατι ὀρυκτῷ ἐπιτυγχάνουσι, καὶ φοίνικες ἄγριοι ἐπεφύκεσαν. τούτων τοὺς ἐγκεφάλους κόπτοντες ἐσιτέοντο· σῖτος γὰρ ἐπελελοίπει τὴν στρατιήν.
§2 καὶ κακῶς ἤδη ὑπὸ λιμοῦ ἔχοντες ἔπλωον τήν τε ἡμέρην καὶ τὴν νύκτα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ
§3 Νέαρχος δὲ καταδείσας μὴ ἄρα ἐς τὴν γῆν ἐκβάντες ἀπολίποιεν τὰς νέας ὑπὸ ἀθυμίης, ἐπὶ τῷδε μετεώρους ἔσχε τὰς νέας ἐπʼ ἀγκυρέων.
§4 ἐνθένδε ἀναχθέντες ἐς Κανάτην ὁρμίζονται, σταδίους ὡς ἑπτακοσίους καὶ πεντήκοντα διεκπλώσαντες. ἔστι δὲ καὶ αἰγιαλὸς ἐνθαῦτα καὶ διώρυχες βραχέαι.
§5 ἐνθένδε σταδίους ὀκτακοσίους πλώσαντες ἐν Τροῖσιν ὁρμίζονται, κῶμαι δὲ σμικραὶ καὶ πονηραὶ ἐπῆσαν. καὶ οἱ μὲν ἄνθρωποι ἐκλείπουσι τὰ οἰκία, αὐτοὶ δὲ σίτῳ τινὶ ὀλίγῳ ἐπιτυγχάνουσι, καὶ βαλάνοισιν ἐκ φοινίκων. καὶ καμήλους ἑπτὰ ὅσαι ἐγκατελήφθησαν κατακόψαντες, ἀπὸ τούτων ἐσιτέοντο.
§6 ὑπὸ δὲ τὴν ἕω ἀναχθέντες σταδίους τριηκοσίους πλώουσι, καὶ κατορμίζονται ἐς Δαγάσειρα· ἔνθα νομάδες τινὲς ἄνθρωποι ᾤκεον.
§7 ἐνθένδε ἄραντες τήν τε νύκτα καὶ τὴν ἡμέρην οὐδέν τι ἐλινύοντες ἔπλωον, ἀλλὰ διελθόντες γὰρ σταδίους χιλίους τε καὶ ἑκατὸν ἐξέπλωσαν τὸ ἔθνος τῶν Ἰχθυοφάγων, πολλὰ κακὰ ταύτῃ παθόντες ἀπορίῃ τῶν ἀναγκαίων.
§8 ὁρμίζονται δὲ οὐ πρὸς τῇ γῇῥηχίη γὰρ ἦν ἐπὶ πολλὸν ἀνέχουσα —, ἀλλὰ μετέωροι ἐπʼ ἀγκυρέων· μῆκος τοῦ παραπλόου τῶν Ἰχθυοφάγων τῆς χώρης στάδιοι ὀλίγῳ πλεῦνες μύριοι.
§9 οὗτοι οἱ Ἰχθυοφάγοι σιτέονται, κατʼ τι περ καὶ κληίζονται, ἰχθύας, ὀλίγοι μὲν αὐτῶν ἁλιεύοντες τοὺς ἰχθύαςὀλίγοισι γὰρ καὶ πλοῖα ἐπὶ τῷδε πεποίηται καὶ τέχνη ἐξεύρηται ἐπί τῇ θήρῃ τῶν ἰχθύων —, τὸπολλὸν δὲ ἀνάπωτις αὐτοῖσι παρέχει.
§10 οἳ δὲ καὶ δίκτυα ἐπὶ τῷδε πεποίηνται, μέγαθος καὶ ἐς δύο σταδίους τὰ πολλὰ αὐτῶν. πλέκουσι δὲ αὐτὰ ἐκ τοῦ φλοιοῦ τῶν φοινίκων, στρέφοντες τὸν φλοιὸν ὥσπερ λίνον.
§11 ἐπεὰν δὲ θάλασσα ὑπονοστήσῃ, ἵνα μὲν ξηρὴ γῆ ὑπολείπεται, ἐρήμη τὸ πολλόν ἐστιν ἰχθύων· ἔνθα δὲ βαθέα ἐστίν, ὑπολείπεταί τι τοῦ ὕδατος καὶ ἐν τῷδε κάρτα πολλοὶ ἰχθύες· οἱ μὲν πολλοὶ σμικροὶ αὐτῶν, οἳ δὲ καὶ μέζονες. τούτοισι περιβάλλοντες τὰ δίκτυα αἱρέουσι.
§12 σιτέονται δὲ ὠμοὺς μέν, ὅκως ἀνειρύουσιν ἐκ τοῦ ὕδατος, τοὺς ἁπαλωτάτους αὐτῶν· τοὺς δὲ μέζονάς τε καὶ σκληροτέρους ὑπὸ ἡλίῳ αὐαίνοντες, εὖτʼ ἂν ἀπαυανθῶσι, καταλεῦντες ἄλευρα ἀπʼ αὐτῶν ποιέονται καὶ ἄρτους· οἳ δὲ μάζας ἐκ τούτων τῶν ἀλεύρων πέσσουσι.
§13 καὶ τὰ βοσκήματα αὐτοῖσι τοὺς ἰχθύας ξηροὺς σιτέεται· γὰρ χώρη ἐρήμη λειμώνων οὐδὲ ποίην φέρει.
§14 θηρεύουσι δὲ καὶ καράβους πολλαχῆ καὶ ὄστρεα καὶ κογχύλια. ἅλες δὲ αὐτόματοι γίνονται ἐν τῇ χώρῃ ἀπὸ τούτων ἔλαιον ποιέουσιν.
§15 οἳ μὲν δὴ αὐτῶν ἐρήμους τόπους οἰκέουσιν ἄδενδρόν τε τὴν χώρην καὶ ἄφορον καρπῶν ἡμέρωνκαὶ τούτοισιν ἀπὸ τῶν ἰχθύων πᾶσα δίαιτα ποιέεται —, ὀλίγοι δὲ αὐτῶν σπείρουσιν ὅσον τῆς χώρης, [καὶ τούτῳ κατάπερ ὄψῳ χρέονται πρὸς τοὺς ἰχθύας·] γὰρ σῖτος αὐτοῖσίν εἰσιν ἰχθύες.
§16 οἰκία δὲ ποιέονται οἱ μὲν εὐδαιμονέστατοι αὐτῶν ὅσα κήτεα ἐκβάλλει θάλασσα, τούτων τὰ ὀστέα ἐπιλεγόμενοι, καὶ τούτοισιν ἀντὶ ξύλων χρεόμενοι. καὶ θύρας τὰ ὀστέα ὅσα πλατέα αὐτῶν ποιέονται· τοῖσι δὲ πολλοῖσι καὶ πενεστέροισιν ἀπὸ τῶν ἀκανθέων τῶν ἰχθύων τὰ οἰκία ποιέεται.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up