Book 23
§1 ὁρμηθέντες δὲ ἐκ τῶν ἐκβολέων τοῦ Ἀράβιος παρέπλωον τῶν Ὠρειτέων τὴν χώρην. καὶ ὁρμίζονται ἐν Παγάλοισι, πλώσαντες σταδίους ἐς διηκοσίους, πρὸς ῥηχίῃ. ἀλλὰ ἀγκύρῃσι γὰρ ἐπίβολος ἦν χῶρος. τὰ μὲν ὦν πληρώματα ἀπεσάλευον ἐν τῇσι νηυσίν, οἱ δὲ ἐπʼ ὕδωρ ἐκβάντες ὑδρεύοντο.
§2 τῇ δʼ ὑστεραίῃ ἀναχθέντες ἅμα ἡμέρῃ καὶ πλώσαντες σταδίους ἐς τετρακοσίους κατάγονται ἑσπέριοι ἐς Κάβανα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ. ἐνθαῦτα ῥηχίη τρηχέα ἦν, καὶ ἐπὶ τῷδε μετεώρους τὰς νέας ὡρμίσαντο.
§3 κατὰ τοῦτον τὸν πλόον πνεῦμα ὑπολαμβάνει τὰς νέας μέγα ἐκ πόντου, καὶ νέες δύο μακραὶ διαφθείρονται ἐν τῷ πλόῳ, καὶ κέρκουρος· οἱ δὲ ἄνθρωποι σῴζονται ἀπονηξάμενοι, ὅτι οὐ πόρρω τῆς γῆς πλόος ἐγίνετο.
§4 ἀμφὶ δὲ μέσας νύκτας ἀναχθέντες πλώουσιν ἔστε ἐπὶ Κώκαλα, τοῦ αἰγιαλοῦ, ἔνθεν ὡρμήθησαν, ἀπεῖχε σταδίους διηκοσίους· καὶ αἱ μὲν νέες σαλεύουσαι ὥρμεον, τὰ πληρώματα δὲ ἐκβιβάσας Νέαρχος πρὸς τῇ γῇ ηὐλίσθη, ὅτι ἐπὶ πολλὸν τεταλαιπωρηκότες ἐν τῇ θαλάσσῃ ἀναπαύσασθαι ἐπόθεον. στρατόπεδον δὲ περιεβάλετο τῶν βαρβάρων τῆς φυλακῆς εἵνεκα.
§5 ἐν τούτῳ τῷ χώρῳ Λεόννατος, ὅτῳ τὰ Ὠρειτέων ἐξ Ἀλεξάνδρου ἐπετέτραπτο, μάχῃ μεγάλῃ νικᾷ Ὠρείτας τε καὶ ὅσοι Ὠρείτῃσι συνεπελάβοντο τοῦ ἔργου. καὶ κτείνει αὐτῶν ἑξακισχιλίους, καὶ τοὺς ἡγεμόνας πάντας· τῶν δὲ σὺν Λεοννάτῳ ἱππέες μὲν ἀποθνήσκουσι πεντεκαίδεκα, τῶν δὲ πεζῶν ἄλλοι τε οὐ πολλοὶ καὶ Ἀπολλοφάνης Γαδρωσίων σατράπης.
§6 ταῦτα μὲν δὴ ἐν τῇ ἄλλῃ συγγραφῇ ἀναγέγραπται, καὶ ὅκως Λεόννατος ἐπὶ τῷδε ἐστεφανώθη πρὸς Ἀλεξάνδρου χρυσέῳ στεφάνῳ.
§7 ἐνθαῦτα σῖτος ἦν νενημένος κατὰ πρόσταγμα Ἀλεξάνδρου ἐς ἐπισιτισμὸν τῷ στρατῷ, καὶ ἐμβάλλονται σιτία ἡμερέων δέκα ἐς τὰς νέας.
§8 καὶ τῶν νεῶν ὅσαι ἐπεπονήκεσαν κατὰ τὸν πλόον μέχρι τοῦδε ἐπεσκεύασαν, καὶ τῶν ναυτέων ὅσοι ἐν τῷ ἔργῳ βλακεῦσαι ἐφαίνοντο Νεάρχῳ, τούτους μὲν πεζῇ ἄγειν Λεοννάτῳ ἔδωκεν, αὐτὸς δὲ ἀπὸ τῶν σὺν Λεοννάτῳ στρατιωτέων συμπληροῖ τὸ ναυτικόν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up