Book 4
§1 ἀλλὰ οὔ μοι ἀτρεκὲς ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ ἰσχυρίσασθαι, ὅτι οὐ πρόσω τοῦ Ὑφάσιος ἦλθεν Ἀλέξανδρος.
§2 αὐτοῖν δὲ τοῖν μεγίστοιν ποταμοῖν τοῦ τε Γάγγεω καὶ τοῦ Ἰνδοῦ τὸν Γάγγεα μεγάθεϊ πολλόν τι ὑπερφέρειν Μεγασθένης ἀνέγραψε, καὶ ὅσοι ἄλλοι μνήμην τοῦ Γάγγεω ἔχουσιν·
§3 αὐτόν τε γὰρ μέγαν ἀνίσχειν ἀπὸ τῶν πηγέων, δέκεσθαί τε ἐς ἑωυτὸν τόν τε Καϊνὰν ποταμὸν καὶ τὸν Ἐραννοβόαν καὶ τὸν Κοσσόανον, πάντας πλωτούς· ἐπὶ δὲ Σῶνόν τε ποταμὸν καὶ Σιττόκατιν καὶ Σολόματιν, καὶ τούτους πλωτούς·
§4 ἐπὶ δὲ Κονδοχάτην τε καὶ Σάμβον καὶ Μάγωνα καὶ Ἀγόρανιν καὶ Ὤμαλιν. ἐμβάλλουσι δὲ ἐς αὐτὸν Κομμινάσης τε μέγας ποταμὸς καὶ Κάκουθις καὶ Ἀνδώματις ἐξ ἔθνεος Ἰνδικοῦ τοῦ Μαδυανδινῶν ῥέων,
§5 καὶ ἐπὶ τούτοισιν Ἄμυστις παρὰ πόλιν Καταδούπην, καὶ Ὀξύμαγις ἐν τοῖσι Παζάλῃσι καλεομένοισι. καὶ Ἐρρένυσις δὲ ἐν Μάθῃσιν, ἔθνεϊ Ἰνδικῷ, συμβάλλει τῷ Γάγγῃ.
§6 τούτων λέγει Μεγασθένης οὐδένα εἶναι τοῦ Μαιάνδρου ἀποδέοντα, ἵναπερ ναυσίπορος Μαίανδρος.
§7 εἶναι ὦν τὸ εὖρος τῷ Γάγγῃ, ἔνθαπερ αὐτὸς ἑωυτοῦ στεινότατος, ἐς ἑκατὸν σταδίους· πολλαχῆ δὲ καὶ λιμνάζειν, ὡς μὴ ἄποπτον εἶναι τὴν πέρην χώρην, ἵναπερ χθαμαλή τέ ἐστι καὶ οὐδαμῆ γηλόφοισιν ἀνεστηκυῖα.
§8 τῷ δὲ Ἰνδῷ ἐς τωὐτὸν ἔρχεται. Ὑδραώτης μὲν ἐν Καμβισθόλοισι παρειληφὼς τόν τε Ὕφασιν ἐν Ἀστρύβῃσι καὶ τὸν Σαράγγην ἐκ Κηκέων καὶ τὸν Νεῦδρον ἐξ Ἀττακηνῶν, ἐς τὸν Ἀκεσίνην ἐμβάλλουσιν.
§9 Ὑδάσπης δὲ ἐν Ὀξυδράκῃσιν ἄγων ἅμα οἷ τὸν Σίναρον ἐν Ἀρίσπῃσιν ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ καὶ οὗτος.
§10 δὲ Ἀκεσίνης ἐν Μαλλοῖσι συμβάλλει τῷ Ἰνδῷ· καὶ Τούταπος δὲ μέγας ποταμὸς ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ. τούτων Ἀκεσίνης ἐμπλησθεὶς καὶ τῇ ἐπικλήσι ἐκνικήσας αὐτὸς τῷ ἑωυτοῦ δὴ οὐνόματι ἐσβάλλει ἐς τὸν Ἰνδόν.
§11 κωφὴν δὲ ἐν Πευκελαΐτιδι, ἅμα οἷ ἄγων Μάλαντόν τε καὶ Σόαστον καὶ Γαρροίαν, ἐκδιδοῖ ἐς τὸν Ἰνδόν.
§12 κατύπερθε δὲ τούτων Πάρενος καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλλουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ ἐκ τῆς ὀρεινῆς τῆς Ἀβισσαρέων ἔρημος ἄλλου ποταμοῦ ἐκδιδοῖ ἐς αὐτόν. καὶ τούτων τοὺς πολλοὺς Μεγασθένης λέγει ὅτι πλωτοί εἰσιν.
§13 οὔκουν ἀπιστίην χρὴ ἔχειν ὑπέρ τε τοῦ Ἰνδοῦ καὶ τοῦ Γάγγεω, μηδὲ συμβλητοὺς εἶναι αὐτοῖσι τόν τε Ἴστρον καὶ τὸν Νεῖλον.
§14 ἐς μέν γε τὸν Νεῖλον οὐδένα ποταμὸν ἐκδιδόντα ἴδμεν, ἀλλὰ ἀπʼ αὐτοῦ διώρυχας τετμημένας κατὰ τὴν χώρην τὴν Αἰγυπτίην·
§15 δὲ Ἴστρος ὀλίγος μὲν ἀνίσχει ἀπὸ τῶν πηγέων, δέκεται δὲ πολλοὺς ποταμούς, ἀλλὰ οὐδὲ πλήθεϊ ἴσους τοῖσιν Ἰνδῶν ποταμοῖσιν, οἳ τὸν Ἰνδὸν καὶ τὸν Γάγγεα ἐκδιδοῦσι, πλωτοὺς δὲ δὴ κάρτα ὀλίγους, ὧν τοὺς μὲν αὐτὸς ἰδὼν οἶδα, τὸν Ἔνον τε καὶ τὸν Σάον.
§16 Ἔνος μὲν ἐν μεθορίῳ τῆς Νωρικῶν καὶ Ῥαιτῶν γῆς μίγνυται τῷ Ἴστρῳ, δὲ Σάος κατὰ Παίονας. δὲ χῶρος, ἵναπερ. συμβάλλουσιν οἱ ποταμοί, Ταυροῦνος καλέεται. ὅστις δὲ καὶ ἄλλον οἶδε ναυσίπορον τῶν ἐς τὸν Ἴστρον ἐκδιδόντων, ἀλλὰ οὐ πολλούς κου οἶδε.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up