Book 55
§1 ἦν τις, ὡς ἔοικεν, χρόνος παρʼ ὑμῖν, ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἐπηνάγκαζεν δῆμος, ὃν ἄνθρωπον ἴδοι σώφρονα καὶ χρηστόν, πράττειν τὰ κοινὰ καὶ ἄρχειν, οὐ σπάνει τῶν τοῦτο βουλομένων ποιεῖν (πάντα γὰρ τἄλλʼ εὐτυχῆ τὴν πόλιν κρίνων, ἓν οὐδέποτʼ εὐτυχῆσαι τοῦτο νομίζω, ἐπιλείπειν αὐτὴν τοὺς τὰ κοινὰ καρποῦσθαι βουλομένους), ἀλλʼ ὅραμα τοῦτʼ ἐποιεῖθʼ δῆμος αὑτοῦ καλόν, ἄνδρες Ἀθηναῖοι, καὶ λυσιτελὲς τῇ πόλει.
§2 οἵ τε γὰρ συνεχεῖς οἵδε παραζευγνυμένων σφίσιν ἐξ ἰδιωτῶν σπουδαίων καὶ δικαίων ἀνδρῶν, εὐλαβεστέρους αὑτοὺς παρεῖχον, οἵ τε χρηστοὶ μὲν ὑμῶν καὶ δικαίως ἂν ἄρχοντες, μὴ πάνυ δʼ οἷοί τʼ ἐνοχλεῖν καὶ παραγγέλλειν, οὐκ ἀπηλαύνοντο τῶν τιμῶν. νῦν δὲ παντάπασι τὸν αὐτὸν τρόπον, ἄνδρες Ἀθηναῖοι, ὅνπερ τοὺς ἱερεῖς, οὕτως καθίστατε καὶ τοὺς ἄρχοντας. εἶτα θαυμάζετε, ἐπειδὰν δεῖνʼ εὐδαίμων καὶ δεῖνʼ ὑμῖν συνεχῶς πολλὰ λαμβάνων, οἱ δʼ ἄλλοι περιίητε τὰ τούτων ἀγαθὰ ζηλοῦντες.
§3 δεινότατοι γάρ ἐστʼ ἀφελέσθαι μὲν ὅσʼ ὑμῖν ὑπάρχει, καὶ νόμους περὶ τούτων θεῖναι, ἄν τις ἀστυνομήσῃ δὶς τὰ τοιαῦτα, στρατηγεῖν δʼ ἀεὶ τοὺς αὐτοὺς ἐᾶν. καὶ τὸ μὲν τοὺς ἐπὶ τῶν πράξεων ὄντας ἴσως ἔχει πρόφασιν· τὸ δὲ τοὺς ἄλλους, οἳ ποιοῦσι μὲν οὐδέν, χώραν δʼ ἀτέλεστον ἔχουσιν αὐτοὶ τετελεσμένοι, μωρία. ἀλλὰ καὶ ὑμῶν αὐτῶν ʽεἰσὶ δʼ οὐκ ὀλίγοἰ προσάγειν χρή. ἂν γὰρ ὡσπερεὶ ζυγῷ ἱστῆτε, πρόεισιν ὃς ἂν ἄξιος του μετὰ ταῦτʼ αὐτός.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up