Book 2
§1 οὐχὶ ταὐτὰ γιγνώσκειν, ἄνδρες Ἀθηναῖοι, παρίσταταί μοι, ὅταν τε τὸ τῆς πολιτείας ὄνομʼ ὑμῶν ἀκούσω, καὶ ὅταν τὸν τρόπον ὃν προσφέρονταί τινες ὑμῶν τοῖς ὑπὲρ ταύτης λέγουσιν ἴδω. τὴν μὲν γὰρ πολιτείαν δημοκρατίαν, ὥσπερ ἅπαντες ἴστε, ὀνομάζετε, τῶν δὲ τἀναντία ταύτῃ λεγόντων ἐνίους ἥδιον ἀκούοντας ὁρῶ.
§2 καὶ θαυμάζω τίς ποθʼ πρόφασις. πότερον προῖκα λέγειν ταῦτʼ αὐτοὺς οἴεσθε; ἀλλʼ οἱ τῶν ὀλιγαρχιῶν, ὑπὲρ ὧν οὗτοι λέγουσιν, κύριοι καὶ πλείω σιωπῆς μᾶλλον ἂν δοῖεν. ἀλλὰ βελτίω ταῦτʼ εἶναι τῶν ἑτέρων ὑπειλήφατε; βελτίων ἄρʼ ὑμῖν ὀλιγαρχία δημοκρατίας φαίνεται. ἀλλʼ αὐτοὺς εἶναι βελτίους ἡγεῖσθε; καὶ τίς ἂν ὑφʼ ὑμῶν χρηστὸς νομίζοιτʼ εἰκότως, ἐναντία τῇ καθεστώσῃ πολιτείᾳ δημηγορῶν; οὐκοῦν λοιπὸν ἁμαρτάνειν ὑμᾶς, ὅταν οὕτως ἔχητε τὴν γνώμην. τοῦτο τοίνυν φυλάττεσθε μὴ πάσχειν, ἄνδρες Ἀθηναῖοι, ὅπως μή ποτε τοῖς ἐπιβουλεύουσιν λαβὴν δώσετε, εἶτα τότʼ αἰσθήσεσθʼ ἡμαρτηκότες, ἡνίκʼ οὐδʼ ὁτιοῦν ὑμῖν πλέον ἔσται.
§3.1 β
§3.2 τὸ μὲν οὖν, ἄνδρες Ἀθηναῖοι, μὴ πάνθʼ ὡς ἂν ἡμεῖς βουλοίμεθʼ ἔχειν μήτε παρʼ αὐτοῖς ἡμῖν μήτε παρὰ τοῖς συμμάχοις, ἴσως οὐδέν ἐστι θαυμαστόν· πολλῶν γὰρ τὸ τῆς τύχης αὐτόματον κρατεῖ, καὶ πολλαὶ προφάσεις τοῦ μὴ πάντα κατὰ γνώμην συμβαίνειν ἀνθρώποις οὖσιν. τὸ δὲ μηδʼ ὁτιοῦν μεταλαμβάνειν τὸν δῆμον, ἀλλὰ τοὺς ἀντιπράττοντας περιεῖναι, τοῦτο καὶ θαυμαστόν, ἄνδρες Ἀθηναῖοι, καὶ φοβερὸν τοῖς εὖ φρονοῦσιν, ὡς ἐγὼ κρίνω. μὲν οὖν ἀρχὴ παντός ἐστιν αὕτη μοι τοῦ λόγου.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up