Book 1
§1 εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετʼ, ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότʼ ἂν καὶ αὐτὸς ἐπειρώμην γιγνώσκω λέγειν· ἐπειδὴ δʼ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον, περὶ τούτων νυνὶ σκοπεῖτε, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν μετὰ τούτους δοκεῖν λέγειν.
§2 εἰ μὲν οὖν εἶχεν καλῶς τὰ πράγματα, οὐδὲν ἂν ἔδει συμβουλεύειν· ἐπειδὴ δʼ ὅσην ἅπαντες ὁρᾶτʼ ἔχει δυσκολίαν, ὡς ἐκ τοιούτων πειράσομαι συμβουλεύειν κράτιστʼ εἶναι νομίζω. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖνʼ ἐγνωκέναι δεῖ, ὡς οὐδὲν ὧν ἐποιεῖτʼ ἐπὶ τοῦ πολεμεῖν ὄντες τοῦ λοιποῦ πρακτέον ἐστίν, ἀλλὰ πάντα τἀναντία· εἰ γὰρ ἐκεῖνα φαῦλα πεποίηκε τὰ πράγματα, τἀναντίʼ εἰκὸς βελτίω ποιῆσαι.
§3 ἔπειτα νομιστέον οὐχ ὃς ἂν ὑμῖν μηδὲν μικρὰ προστάττῃ, τοῦτον ὀρθῶς λέγειν ʽὁρᾶτε γὰρ ὡς ἐκ τῶν τοιούτων ἐλπίδων καὶ λόγων εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντἀ, ἀλλʼ ὃς ἂν τὸ χαρίζεσθαι παρείς, δεῖ καὶ διʼ ὧν παυσαίμεθʼ ἂν αἰσχύνην ὀφλισκάνοντες καὶ ζημιούμενοι, ταῦτα λέγῃ. καὶ γὰρ ὡς ἀληθῶς, εἰ μέν, ὅσʼ ἂν τῷ λόγῳ τις ὑπερβῇ λυπῆσαι μὴ βουλόμενος, καὶ τὰ πράγμαθʼ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν· εἰ δʼ τῶν λόγων χάρις, ἂν μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστιν φενακίζειν ἑαυτοὺς καὶ μετὰ τῆς ἐσχάτης ἀνάγκης πρᾶξαι ταῦθʼ πάλαι ʼθελοντὰς προσῆκεν ποιεῖν.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up