Book 30
§1 ἔδει μέν, ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ πολεμεῖν ἐσκέφθαι τίς ὑπάρξει παρασκευὴ τῷ γενησομένῳ πολέμῳ· εἰ δʼ ἄρα μὴ πρόδηλος ἦν, ὅτε πρῶτον ἐβουλεύεσθʼ ὑπὲρ αὐτοῦ φανεροῦ γενομένου, τότε καὶ περὶ τῆς παρασκευῆς ἐσκέφθαι. εἰ δὲ φήσετε πολλὰς ἐγκεχειρικέναι δυνάμεις, ἃς λελυμάνθαι τοὺς ἐπιστάντας, οὐκ ἀποδέξεται τοῦθʼ ὑμῶν οὐδείς· οὐ γάρ ἐστι τῶν αὐτῶν τούς τʼ ἐπὶ τῶν πραγμάτων ἀπολύειν, καὶ λέγειν ὡς διὰ τούτους κακῶς ταῦτʼ ἔχει.
§2 ἐπειδὴ δὲ τὰ μὲν παρεληλυθότʼ οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δʼ ἐκ τῶν παρόντων ἐπαμῦναι τοῖς πράγμασιν, τοῦ μὲν κατηγορεῖν οὐδένα καιρὸν ὁρῶ, πειράσομαι δʼ κράτιστα νομίζω, συμβουλεῦσαι. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖνʼ ἐγνωκέναι δεῖ, ὅτι τὴν ἴσην ὑπερβολὴν τῆς σπουδῆς καὶ φιλονικίας ἐπὶ τοῖς πράγμασι πάντʼ ἄνδρα παρασχέσθαι δεῖ, ὅσηνπερ ἐκ τῶν ἄνωθεν χρόνων ἀμελείας· μόλις γὰρ οὕτως ἐλπὶς ἐκ πολλοῦ διώκοντας τὰ προειμένʼ ἑλεῖν δυνηθῆναι.
§3 ἔπειτʼ οὐκ ἀθυμητέον τοῖς γεγενημένοις· γάρ ἐστιν τῶν παρεληλυθότων χείριστον, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν τοῦτʼ ἔστιν ἄνδρες Ἀθηναῖοι; ὅτι οὐδὲν ὑμῶν τῶν δεόντων ποιούντων κακῶς ἔχει τὰ πράγματα· ἐπεὶ εἴ γε πάνθʼ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδʼ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up