Book 29
§1 πρῶτον μὲν οὐδέν ἐστιν καινόν, ἄνδρες Ἀθηναῖοι, τοῖς δόξασιν παρʼ ὑμῖν εἶναί τινας οἵτινες ἀντεροῦσιν, ἐπειδὰν πράττειν τι δέῃ. εἰ μὲν οὖν ἀποδόντων ὑμῶν λόγον αὐτοῖς, ὅτʼ ἐβουλεύεσθε, τοῦτʼ ἐποίουν, τούτων ἂν ἦν ἄξιον κατηγορεῖν, εἰ περὶ ὧν ἥττηντʼ ἐβιάζοντο πάλιν λέγειν· νῦν δὲ τούτους μὲν οὐδέν ἐστʼ ἄτοπον εἰπεῖν βουληθῆναι ταῦθʼ τότʼ οὐχ ὑπεμείνατʼ ἀκοῦσαι,
§2 ὑμῖν δʼ ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἄνδρες Ἀθηναῖοι, ὅτι ὁπόταν περί του βουλεύησθε, οὐκ ἐᾶτε λέγειν ἕκαστον γιγνώσκει, ἀλλʼ ἂν ἕτεροι τῷ λόγῳ προλάβωσιν ὑμᾶς, οὐδὲν ἂν τῶν ἑτέρων ἀκούσαιτε. ἐκ δὲ τούτου συμβαίνει πρᾶγμʼ ἀηδὲς ὑμῖν. οἷς γὰρ πρὶν ἁμαρτεῖν ὑμῖν ἐξῆν συμβουλεύουσιν πείθεσθαι, τούτους ὕστερον κατηγοροῦντας ἐπαινεῖτε.
§3 ταὐτὸ δὴ τοῦτό μοι πάλιν δοκεῖτε πείσεσθαι, εἰ μὴ παρασχόντες ἴσους ἀκροατὰς πάντων ὑμᾶς αὐτοὺς ἐν τῷ παρόντι, καὶ τοῦτον τὸν πόνον ὑπομείναντες, ἑλόμενοι τὰ κράτιστα τοὺς ὁτιοῦν τούτοις ἐπιτιμῶντας φαύλους νομιεῖτε. ἐγὼ μὲν δὴ δίκαιον ὑπείληφα πρῶτον ἁπάντων αὐτὸς εἰπεῖν, τί μοι δοκεῖ περὶ ὧν σκοπεῖσθε, ἵνα, ἂν μὲν ὑμῖν ἀρέσκῃ, καὶ τὰ λοιπὰ διδάσκω, εἰ δὲ μή, μήθʼ ὑμῖν ἐνοχλῶ μήτʼ ἐμαυτὸν κόπτω.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up