Book 39
§1 τὰ μὲν γεγενημένʼ, ἄνδρες Ἀθηναῖοι, τοιαῦθʼ οἷα πάντες ἀκηκόατε· δεῖ δʼ ὑμᾶς μηδὲν ἐκπεπληγμένως διακεῖσθαι, λογιζομένους ὅτι πρὸς μὲν τὰ παρόντʼ ἀθύμως ἔχειν οὔτε τοῖς πράγμασι συμφέρον οὔθʼ ὑμῶν ἄξιόν ἐστιν, τὸ δὲ ταῦτʼ ἐπανορθοῦν αὑτοῖς ἡγεῖσθαι προσῆκον καὶ τῆς ὑμετέρας δόξης ἄξιον ἂν φανείη. χρὴ δὲ τοὺς ὄντας οἷοι φήσαιτʼ ἂν ὑμεῖς εἶναι, ἐν τοῖς δεινοῖς ἑτέρων διαφέροντας φαίνεσθαι.
§2 ἐγὼ δʼ οὐδαμῶς μὲν ἂν ἐβουλόμην ταῦτα συμβῆναι τῇ πόλει, οὐδʼ ἀτυχεῖν ὑμᾶς οὐδέν· εἰ δʼ ἄρʼ ἔδει γενέσθαι καί τι δαιμόνιον τοῦτʼ ἀπέκειτο, ὥσπερ πέπρακται τὰ γεγενημένα, λυσιτελεῖν οἴομαι. τὰ μὲν γὰρ τῆς τύχης ὀξείας ἔχει τὰς μεταβολὰς καὶ κοινὰς ἀμφοτέροις τὰς παρουσίας· δʼ ἂν διʼ ἀνδρῶν κακίαν πραχθῇ, βεβαίους ποιεῖ τὰς ἥττας.
§3 οἴομαι μὲν οὖν οὐδὲ τοὺς κεκρατηκότας ἀγνοεῖν ὅτι βουληθέντων ὑμῶν καὶ παροξυνθέντων τῷ γεγενημένῳ, οὐ πάνυ πω δῆλον πότερον εὐτύχημʼ καὶ τοὐναντίον αὐτοῖς ἐστιν τὸ πεπραγμένον· εἰ δʼ ἄρʼ ἐπῆρκε τὸ πρᾶγμʼ αὐτοὺς θρασύνεσθαι, κἂν τοῦτο πρὸς ὑμῶν ἤδη γίγνοιτο. ὅσῳ γὰρ ἂν μᾶλλον καταφρονήσωσι, τοσούτῳ θᾶττον ἁμαρτήσονται.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up