Book 45
§1 βουλοίμην ἄν, ἄνδρες Ἀθηναῖοι, περὶ ὧν ηὐδοκίμηκε λέγων παρʼ ὑμῖν δεῖνα, ἐπὶ τῶν ἔργων πραττομένων ἴσον αὐτῷ τὸν ἔπαινον γενέσθαι· οὔτε γὰρ τούτῳ κακόνους εἰμὶ μὰ τοὺς θεοὺς ὑμῖν τʼ ἀγαθὸν ἄν τι γίγνεσθαι βουλοίμην. ἀλλʼ ὁρᾶτʼ, ἄνδρες Ἀθηναῖοι, μὴ κεχωρισμένον λόγον εἰπεῖν εὖ καὶ προελέσθαι πράγματα συμφέροντα, καὶ τὸ μὲν ῥήτορος ἔργον , τὸ δὲ νοῦν ἔχοντος ἀνθρώπου.
§2 ὑμεῖς τοίνυν οἱ πολλοί, καὶ μάλισθʼ οἱ πρεσβύτατοι, λέγειν μὲν οὐκ ὀφείλεθʼ ὁμοίως δύνασθαι τοῖς δεινοτάτοις· τῶν γὰρ εἰθισμένων τοῦτο τὸ πρᾶγμα· νοῦν δʼ ἔχειν ὀφείλεθʼ ὁμοίως καὶ μᾶλλον τούτων· αἱ γὰρ ἐμπειρίαι καὶ τὸ πόλλʼ ἑορακέναι τοῦτʼ ἐμποιοῦσι. μὴ τοίνυν, ἄνδρες Ἀθηναῖοι, φανῆτʼ ἀγνοοῦντες ἐν τῷ παρόντι νῦν ὅτι αἱ διὰ τῶν λόγων ἀνδρεῖαι καὶ θρασύτητες, ἐὰν μὴ μεθʼ ὑπαρχούσης ὦσι παρασκευῆς καὶ ῥώμης, ἀκοῦσαι μέν εἰσιν ἡδεῖαι, πράττειν δʼ ἐπικίνδυνοι.
§3 αὐτίκα γὰρ τὸ μὴ ʼπιτρέπειν τοῖς ἀδικοῦσιν, ὁρᾶθʼ ὡς καλὸν τὸ ῥῆμα. ἀποβλέψατε δὴ πρῶτον πρὸς τὸ ἔργον αὐτό. δεῖ κρατῆσαι μαχομένους τῶν ἐχθρῶν τοὺς τὴν τοῦ ῥήματος τούτου σεμνότητʼ ἔργῳ ληψομένους. εἰπεῖν μὲν γάρ, ἄνδρες Ἀθηναῖοι, πάντα πέφυκε ῥᾴδιον, πρᾶξαι δʼ οὐχ ἅπαντα. οὐ γὰρ ἴσος πόνος καὶ ἱδρὼς πρό τε τοῦ λέγειν καὶ πρὸ τοῦ πράττειν ἐστίν.
§4 ἐγὼ δʼ οὐ χείρους ὑμᾶς ἡγοῦμαι φύσει Θηβαίων ʽκαὶ γὰρ ἂν μαινοίμην̓, ἀλλʼ ἀπαρασκευοτέρους. φημὶ δὴ δεῖν τοῦ παρασκευάζεσθαι νῦν ποιεῖσθαι τὴν ἀρχήν, ἐπειδὴ τέως ἠμελεῖτε, οὐ τοῦ διαγωνίζεσθαι. οὐ γὰρ ἀντιλέγω τὸ ὅλον, ἀλλʼ ὑπὲρ τοῦ τρόπου τῆς ἐγχειρήσεως ἐναντιοῦμαι.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up