Book 50
§1 τι μὲν μέλλει συνοίσειν πάσῃ τῇ πόλει, τοῦτο καὶ λέγειν εὔχομαι πάντας, ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς ἑλέσθαι. ἐγὼ δʼ οὖν, πεπεικὼς ἐμαυτὸν τυγχάνω μάλιστα συμφέρειν ὑμῖν, ταῦτʼ ἐρῶ, δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς. οὐ γὰρ αὐτὸς ἔλεγχος, ἄνδρες Ἀθηναῖοι, τῶν τε λόγων καὶ τῶν πραγμάτων ἐστίν, ἀλλὰ δεῖ νῦν εὖ βεβουλευμένους ἡμᾶς φανῆναι, τότε δέ, ἂν ἄρα ταῦτα δοκῇ, τὰ τῆς ἀνδρείας ἀποδείξασθαι.
§2 μὲν οὖν ὑμετέρα προθυμία παντὸς ἀξία καὶ τοιαύτη πάρεστιν οἵαν ἄν τις εὔξαιτʼ εὔνους ὢν τῇ πόλει· νῦν δʼ ὅσῳ τυγχάνει σπουδαιοτέρα, τοσούτῳ δεῖ μᾶλλον προϊδεῖν ὅπως εἰς δέον καταχρήσεσθʼ αὐτῇ. οὐδενὸς γὰρ εὐδοκιμεῖ πράγματος προαίρεσις, ἂν μὴ καὶ τὸ τέλος συμφέρον καὶ καλὸν λάβῃ. ἐγὼ δʼ οἶδά ποτʼ, ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῖν ἀκούσας ἀνδρὸς οὔτʼ ἀνοήτου δοκοῦντος εἶναι οὔτʼ ἀπείρου πολέμου,
§3 Ἰφικράτους λέγω, ὃς ἔφη δεῖν οὕτω προαιρεῖσθαι κινδυνεύειν τὸν στρατηγὸν ὅπως μὴ τὰ τὰ γενήσεται, ἀλλʼ ὅπως τά· οὕτως γὰρ εἶπε τῷ ῥήματι. ἦν δὴ τοῦτο γνώριμον, ὅτι ὅπως καλῶς ἀγωνιεῖται ἔλεγεν. ἐπειδὰν μὲν τοίνυν ἐξέλθητε, ὃς ἂν ἡγῆται, κύριος ὑμῶν ἐστι· νῦν δʼ ἕκαστος ὑμῶν αὐτῶν στρατηγεῖ. δεῖ δὴ τοιαῦτα φανῆναι βεβουλευμένους διʼ ὧν πανταχῶς συνοίσει τῇ πόλει καὶ μὴ μελλουσῶν ἕνεκʼ ἐλπίδων τῆς παρούσης εὐδαιμονίας χεῖρόν τι ποιήσετε.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up