Book 5
§1 ὁρῶ μέν, ἄνδρες Ἀθηναῖοι, παντάπασι πρόδηλον ὂν οὕς τʼ ἂν ἀκούσαιτε λόγους ἡδέως καὶ πρὸς οὓς οὐκ οἰκείως ἔχετε· οὐ μὴν ἀλλὰ τὸ μὲν λέγειν τις οἴεται χαριεῖσθαι τῶν παρακρούσασθαί τι βουλομένων εἶναι νομίζω, τὸ δʼ ὑφίστασθαι, περὶ ὧν πέπεικεν ἑαυτὸν συμφέρειν τῇ πόλει, καὶ θορυβηθῆναι κἂν ἄλλο τι βούλησθʼ ὑμεῖς, εὔνου καὶ δικαίου τοῦτο πολίτου κρίνω.
§2 βουλοίμην δʼ ἂν ὑμᾶς, εἰ καὶ μηδὲ διʼ ἓν τῶν ἄλλων, διʼ ἐκεῖνʼ ὑπομεῖναι τοὺς λόγους ἀμφοτέρων, ἵνʼ ἐὰν μὲν ὀρθότερον φανῇ τις λέγων ὧν ὑμεῖς ὡρμήκατε, χρήσησθε τούτῳ, ἂν δʼ ἀπολειφθῇ καὶ μὴ δύνηται διδάξαι, διʼ αὑτόν, ἀλλὰ μὴ διʼ ὑμᾶς οὐκ ἐθέλοντας ἀκούειν τοῦτο πεπονθέναι δοκῇ. ἔτι δʼ οὐδὲ πάθοιτʼ ἂν ἀηδὲς οὐδὲν τοσοῦτον, εἰ πολλά τινος ληροῦντος ἀκούσαιτε, ὅσον εἰ τῶν δεόντων τι λέγειν ἔχοντός τινος εἰπεῖν κωλύσαιτε.
§3 μὲν οὖν ἀρχὴ τοῦ δοκιμάζειν ὀρθῶς ἅπαντʼ ἐστὶν μηδὲν οἴεσθαι πρότερον γιγνώσκειν πρὶν μαθεῖν, ἄλλως τε καὶ συνειδότας πολλάκις ἤδη πολλοὺς μετεγνωκότας. ἂν τοίνυν ὑμεῖς ταῦθʼ ὑπάρξητε νῦν πεπεισμένοι, οἴομαι μετὰ βραχέων λόγων καὶ αὐτὸς ἀντιλέγειν εἰκότως δόξειν καὶ ὑμῖν τὰ βέλτιστα φανεῖσθαι λέγων.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up