Book 14
§1 βουλοίμην ἂν ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, προσέχοντας, μέλλω λέγειν, ἀκοῦσαι· καὶ γάρ ἐστιν οὐ μικρά. ἐγὼ θαυμάζω τί δή ποτε, πρὶν μὲν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι, ὅτῳ τις ἂν ὑμῶν ἐντύχῃ, οὗτος εὐπόρως εἰπεῖν ἔχει διʼ ὧν ἂν τὰ παρόντα πράγματα βελτίω γένοιτο· καὶ πάλιν αὐτίκα δὴ μάλʼ ἐὰν ἀπέλθητε, ὁμοίως ἕκαστος ἐρεῖ τὰ δέοντα· ἐν δὲ τῷ περὶ τούτων σκοπεῖν ὄντες καὶ συνειλεγμένοι πάντα μᾶλλον ταῦτα λεγόντων τινῶν ἀκούετε.
§2 ἆρά γʼ, ἄνδρες Ἀθηναῖοι, γνῶναι μὲν ἔστιν ἑκάστῳ τὰ δέονθʼ ὑμῶν καὶ κατὰ τῶν ἄλλων εἰπεῖν ἐπίσταται, ποιῶν δʼ αὐτὸς ἕκαστος οὐ χαίρει, εἶτʼ ἰδίᾳ μέν, ὡς ἄρʼ αὐτὸς ἑτοίμως τὰ βέλτιστʼ ἂν πράττειν δόξων, τοῖς ἄλλοις ἐπιτιμᾷ, κοινῇ δʼ εὐλαβεῖσθε τὰ τοιαῦτα ψηφίζεσθαι διʼ ὧν ἐν τῷ λῃτουργεῖν τι τῶν καθηκόντων ἅπαντες ἔσεσθε;
§3 εἰ μὲν τοίνυν μηδένα καιρὸν οἴεσθʼ ἥξειν ὃς εἴσω τῆς εἰρωνείας ἀφίξεται ταύτης, καλῶς ἂν ἔχοι τοῦτον τὸν τρόπον διάγειν· εἰ δὲ τὰ πράγμαθʼ ὁρᾶτʼ ἐγγυτέρω προσάγοντα, δεῖ σκοπεῖσθαι ὅπως μὴ πλησίον αὐτοῖς μαχεῖσθε, πόρρωθεν ἔξεστι φυλάξασθαι, καὶ τοὺς νῦν περιοφθέντας ἐφηδομένους ὕστερον ἕξεθʼ οἷς ἂν πάσχητε.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up