Book 25
§1 εἰ μετὰ τῆς αὐτῆς γνώμης, ἄνδρες Ἀθηναῖοι, τούς τε λόγους ἠκούετε τῶν συμβουλευόντων καὶ τὰ πράγματʼ ἐκρίνετε, πάντων ἀσφαλέστατον ἦν ἂν τὸ συμβουλεύειν. καὶ γὰρ εὐτυχῶς καὶ ἄλλως πράξασι ʽλέγειν γὰρ εὐφήμως πάντα δεἶ κοίνʼ ἂν ἦν τὰ τῆς αἰτίας ὑμῖν καὶ τῷ πείσαντι. νῦν δʼ ἀκούετε μὲν τῶν βούλεσθε λεγόντων ἥδιστα, αἰτιᾶσθε δὲ πολλάκις ἐξαπατᾶν ὑμᾶς αὐτούς, ἐὰν μὴ πάνθʼ ὃν ἂν ὑμεῖς τρόπον βούλησθε γένηται,
§2 οὐ λογιζόμενοι τοῦθʼ ὅτι τοῦ μὲν ζητῆσαι καὶ λογίσασθαι τὰ βέλτιστα, ὡς ἄνθρωπος, καὶ πρὸς ὑμᾶς εἰπεῖν αὐτὸς ἕκαστός ἐστιν κύριος, τοῦ δὲ πραχθῆναι ταῦτα καὶ συνενεγκεῖν ἐν τῇ τύχῃ τὸ πλεῖστον μέρος γίγνεται. ἔστιν δʼ ἄνθρωπον ὄντʼ ἀγαπητὸν τῆς αὑτοῦ διανοίας λόγον ὑπέχειν· τῆς δὲ τύχης πρὸς ὑποσχεῖν ἕν τι τῶν ἀδυνάτων.
§3 εἰ μὲν οὖν ηὑρημένον ἦν πῶς ἄν τις ἀσφαλῶς ἄνευ κινδύνου δημηγοροίη, μανία παραλείπειν τοῦτον ἂν ἦν τὸν τρόπον· ἐπεὶ δʼ ἀνάγκη τὸν περὶ τῶν μελλόντων πραγμάτων γνώμην ἀποφαινόμενον κοινωνεῖν τοῖς ἀπʼ αὐτῶν γενομένοις καὶ μετέχειν τῆς ἀπὸ τούτων αἰτίας, αἰσχρὸν ἡγοῦμαι λέγειν μὲν ὡς εὔνους, μὴ ὑπομένειν δέ, εἴ τις ἐκ τούτου κίνδυνος ἔσται. εὔχομαι δὲ τοῖς θεοῖς, καὶ τῇ πόλει κἀμοὶ συμφέρειν μέλλει, ταῦτʼ ἐμοί τʼ εἰπεῖν ἐλθεῖν ἐπὶ νοῦν καὶ ὑμῖν ἑλέσθαι. τὸ γὰρ πάντα τρόπον ζητεῖν νικῆσαι, δυοῖν θάτερον, μανίας κέρδους ἕνεκʼ ἐσπουδακότος φήσαιμʼ ἂν εἶναι.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up