Book 26
§1 εἴη μέν, ἄνδρες Ἀθηναῖοι, καὶ περὶ ὧν νυνὶ τυγχάνετʼ ἐκκλησιάζοντες καὶ περὶ τῶν ἄλλων ἁπάντων ταὐτὰ καὶ δοκοῦντα βέλτισθʼ ὑμῖν εἶναι καὶ ὄνθʼ ὡς ἀληθῶς. δεῖ μέντοι περὶ πραγμάτων μεγάλων βουλευομένους καὶ κοινῶν, ἁπάντων ἐθέλειν ἀκούειν τῶν συμβουλευόντων, ὡς ἐμοὶ δοκεῖ, ἐνθυμουμένους ὅτι αἰσχρόν ἐστιν, ἄνδρες Ἀθηναῖοι, νῦν μὲν βουλομένων τι παραινεῖν ἐνίων θορυβεῖν, ὕστερον δὲ κατηγορούντων τῶν αὐτῶν τούτων τῶν πεπραγμένων ἡδέως ἀκούειν.
§2 ἐγὼ γὰρ οἶδα, νομίζω δὲ καὶ ὑμᾶς, ὅτι νῦν μὲν ἀρέσκουσι μάλισθʼ ὑμῖν οἱ ταὔθʼ οἷς ὑμεῖς βούλεσθε λέγοντες· ἂν δέ τι συμβῇ παρʼ νῦν οἴεσθε, μὴ συμβαίη, τούτους μὲν ἐξηπατηκέναι νομιεῖθʼ ὑμᾶς, ὧν δὲ νῦν οὐκ ἀνέχεσθε, τότʼ ὀρθῶς δόξουσι λέγειν. ἔστι δὲ τοῖς μάλιστα πεπεικόσιν ὑμᾶς ταῦτʼ ἐφʼ ὧν νῦν ἐστε, τούτοις καὶ μάλιστα συμφέρον τὸ λόγου τυχεῖν τοὺς ἀντιλέγοντας.
§3 ἂν μὲν γὰρ διδάξαι δυνηθῶσιν ὡς οὐκ ἔστιν ἄρισθʼ τούτοις δοκεῖ, ὅτʼ οὐδὲν ἡμάρτηταί πω, τοῦτο πράξαντες ἀθῴους τοῦ κινδύνου ποιήσουσιν αὐτούς. ἐὰν δὲ μὴ δυνηθῶσιν, οὔκουν ὕστερόν γʼ ἐπιτιμᾶν ἕξουσιν, ἀλλʼ ὅσʼ ἀνθρώπων ἦν ἔργον, ἀκοῦσαι, τούτων τετυχηκότες, ἂν ἡττῶνται δικαίως στέρξουσιν, καὶ μεθʼ ἁπάντων τῶν ἀποβαινόντων, ὁποῖʼ ἄττʼ ἂν , κοινωνήσουσιν.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up