Book 33
§1 μάλιστα μέν, ἄνδρες Ἀθηναῖοι, βουλοίμην ἂν ὑμᾶς μέλλω λέγειν πεισθῆναι· εἰ δʼ ἄρα τοῦτʼ ἄλλῃ πῃ συμβαίνοι, ἐμαυτῷ γʼ ἂν εἰρῆσθαι πρὸ παντὸς αὐτὰ δεξαίμην. ἔστι δʼ οὐ μόνον, ὡς δοκεῖ, τὸ πρὸς ὑμᾶς εἰπεῖν χαλεπὸν τὰ δέοντα, ἀλλὰ καὶ καθʼ αὑτὸν σκοπούμενον εὑρεῖν. γνοίη δʼ ἄν τις, εἰ μὴ τὸν λόγον ὑμᾶς, ἀλλὰ τὰ πράγματʼ ἐφʼ ὧν ἐστε σκέψεσθαι νομίσαι, καὶ πλείω σπουδὴν τοῦ δοκεῖν ἐπιεικὴς εἶναι τοῦ δεινὸς εἰπεῖν φανῆναι ποιοῖτο.
§2 ἐγὼ γοῦν ʽοὕτω τί μοι ἀγαθὸν γένοιτὀ ἐπειδὴ περὶ τῶν παρόντων ἐπῄει μοι σκοπεῖν, λόγοις μὲν καὶ μάλʼ ἀφθόνοις, οὓς οὐκ ἂν ἀηδῶς ἠκούεθʼ ὑμεῖς, ἐνετύγχανον. καὶ γὰρ ὡς δικαιότατοι τῶν Ἑλλήνων ἐστέ, πόλλʼ ὄντʼ εἰπεῖν καὶ ἑώρων καὶ ὁρῶ, καὶ ὡς ἀρίστων προγόνων, καὶ πολλὰ τοιαῦτα. ἀλλὰ ταῦτα μὲν τὸν χρόνον ἡσθῆναι ποιήσανθʼ ὅσον ἂν ῥηθῇ, μετὰ ταῦτʼ οἴχεται·
§3 δεῖ δὲ πράξεώς τινος τὸν λέγοντα φανῆναι σύμβουλον, διʼ ἣν καὶ μετὰ ταῦτʼ ἀγαθοῦ τινος ὑμῖν ἔσται παρουσία. τοῦτο δʼ ἤδη καὶ σπάνιον καὶ χαλεπὸν πεπειραμένος οἶδʼ ὂν εὑρεῖν. οὐδὲ γὰρ αὔταρκες τὸ ἰδεῖν ἐστι τὰ τοιαῦτα, ἂν μὴ καὶ πεῖσαί τις τοὺς συναρουμένους ὑμᾶς δυνηθῇ. οὐ μὴν ἀλλʼ ἐμὸν μὲν ἔργον εἰπεῖν ἴσως πέπεικʼ ἐμαυτὸν συμφέρειν, ὑμέτερον δʼ ἀκούσαντας κρῖναι, κἂν ἀρέσκῃ, χρῆσθαι.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up