Book 34
§1 οὐκ ἄδηλον ἦν, ἄνδρες Ἀθηναῖοι, πρῴην, ὅτε τῶν ἀντιλέγειν βουλομένων οἷς δεῖνʼ ἔλεγεν οὐκ ᾤεσθʼ ἀκούειν χρῆναι, ὅτι συμβήσεται τοῦθʼ νυνὶ γίγνεται, ὅτι οἱ τότε κωλυθέντες ἐροῖεν εἰς ἑτέραν ἐκκλησίαν. ἂν τοίνυν ταὔθʼ ἅπερ πρότερον ποιήσητε, καὶ τῶν τοῖς τότε δόξασι συνειπεῖν βουλομένων μὴ ʼθελήσητʼ ἀκοῦσαι, πάλιν ταῦτʼ εἰς τὴν ἑτέραν ἐκκλησίαν οὗτοι λαβόντες τούτων κατηγορήσουσιν.
§2 οὐδαμῶς, ἄνδρες Ἀθηναῖοι, οὔτε τὰ πράγματα χείρω γένοιτʼ ἄν, οὔθʼ ὑμεῖς ἀτοπώτεροι φανείητε, εἰ μήτε τῶν δοξάντων ὑμῖν πέρας μηδὲν ἔχειν δοκοίη, μήτʼ ἀφέντες μὴ συμφέρει, τῶν πρὸ ὁδοῦ τι περαίνοιτε, εἴητε δʼ ὥσπερ τὰ θέατρα τῶν προκαταλαμβανόντων. μηδαμῶς, ἄνδρες Ἀθηναῖοι, ἀλλὰ πονήσαντες τὸν πόνον τοῦτον καὶ παρασχόντες ἴσους ἀκροατὰς ἀμφοτέροις ὑμᾶς αὐτοὺς πρῶτον μὲν ἕλεσθʼ τι καὶ ποιήσετε, ἔπειθʼ ὑπολαμβάνετε, ἐάν τις ἐναντιῶται τοῖς ἅπαξ οὕτω δοκιμασθεῖσι, πονηρὸν καὶ κακόνουν ὑμῖν.
§3 τὸ μὲν γὰρ λόγου μὴ τυχόντα πεπεῖσθαι βέλτιον τῶν ὑμῖν δοκούντων αὐτὸν ἐντεθυμῆσθαι συγγνώμη· τὸ δʼ ἀκουσάντων ὑμῶν καὶ διακρινάντων ἔτʼ ἀναισχυντεῖν, καὶ μὴ συγχωρεῖν ἐνδόντα τῇ τῶν πλειόνων γνώμῃ, ἄλλην τινʼ ἂν ὑποψίαν οὐχὶ δικαίαν ἔχειν φανείη. ἐγὼ μὲν δὴ σιωπᾶν ἂν ᾤμην δεῖν ἐν τῷ παρόντι, εἰ μένοντας ὑμᾶς ἑώρων ἐφʼ ὧν ἔδοξεν· εἰμὶ γὰρ τῶν ἐκεῖνα πεπεισμένων συμφέρειν ὑμῖν· ἐπειδὴ δʼ ὑπὸ τῶν παρὰ τούτων λόγων μεταβεβλῆσθαί μοί τινες δοκοῦσιν, ὡς οὔτʼ ἀληθῆ λέγουσιν οὔθʼ ὑμῖν συμφέροντα, ἴσως μὲν εἰδότας, οὐ μὴν ἀλλʼ εἰ καὶ τυγχάνετʼ ἀγνοοῦντες, διδάξω.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up