Book 6
§1 τὸν δὲ λόχον καὶ στίχον ἤδη τινὲς ὀνομάζουσιν, οἳ δὲ δεκανίαν,
§2 τυχὸν οἷς ἐκ δέκα λόχος ἦν. ὑπὲρ δὲ τῆς ἐνωμοτίας ἀμφιγνοούμενόν ἐστιν· οἳ μὲν γὰρ ἄλλο ὄνομα τῷ λόχῳ εἶναι τοῦτο, οἳ δὲ τὸ τέταρτον τοῦ λάχου ἐνωμοτίαν καλοῦσιν, καὶ ἐνωμόταρχον τὸν τούτου ἡγούμενον, τὰς δὲ δύο ἐνωμοτίας διμοιρίαν καὶ τὸν ἡγούμενον τούτων διμοιρίτην.
§3 Ξενοφῶν δὲ πόστον μὲν μέρος τοῦ λόχου ἐνωμοτία ἐστὶν οὐ διασαφεῖ· ὅτι δὲ μεῖον πάντως γε τῷ ἡμίσει, δηλοῖ ἐν λέγει ὅτι οἱ λοχαγοὶ κατʼ ἐνωμοτίας ἕκαστος ἐποιήσαντο τὸν αὑτοῦ λόχον.
§4 μὲν δὴ τοῦ λοχαγοῦ κατ̔??ʼπιν ἑστὼς ἐπιστάτης καλεῖται, δὲ αὖ κατόπιν τούτου πρωτοστάτης, δʼ ἐπὶ τούτῳ ἐπιστάτης, καὶ ἐφεξῆς ὡσαύτως, ὡς τὸν πάντα τοῦ λόχου στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν
§5 τετάχθαι παραλλὰξ ἱσταμένων. χρὴ δὲ μὴ μόνον τὸν λοχαγὸν τὸν κράτιστον τοῦ λόχου εἶναι, ἀλλὰ καὶ τὸν οὐραγὸν οὐ πολύ τι ἀποδέοντα ἐπιλέγεσθαι· πολλὰ γὰρ καὶ τούτῳ καὶ οὐ τὰ φαυλότατα ἐν τοῖς πολεμικοῖς ἐπιτέτραπται.
§6 εἴη ἂν οὖν λόχος στίχος ἐξ ἐπιστατῶν καὶ πρωτοστατῶν ἐν μέσῳ λοχαγοῦ τε καὶ οὐραγοῦ συντεταγμένος.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up