Book 42
§1 ἑκούσιον, ἐνταῦθα δὴ ὅσοι ἀγαθοὶ στρατιᾶς ἡγεμόνες, ὀνομαστὶ ἀνακαλεῖσθαι κελεύουσι πάντας ἐφεξῆς τοὺς ἱππέας, δεκάδαρχον πρῶτον καὶ διμοιρίτην ἐπὶ τούτῳ καὶ ὅστις ἐν ἡμιολίᾳ μισθοφορᾷ, ἔπειτα τοὺς ἐφεξῆς τῆς δεκαδαρχίας. καὶ οὕτω διὰ πασῶν τῶν δεκαδαρχιῶν κλῆσις γίγνεται.
§2 τὸν κληθέντα δὲ χρὴ ὁμοῦ μὲν ὑπακοῦσαι τῷ καλοῦντι μεγάλῃ τῇ βοῇ ὅτι ʽπάρειμἰ, ὁμοῦ δʼ ἐξελαύνειν τὸν ἵππον τρεῖς λόγχας φέροντα. καὶ τὴν μὲν πρώτην ἀπὸ ἄκρου τοῦ χωρίου τοῦ ἐσκαμμένου ἐξακοντίζειν ὡς ἐπὶ τὸν σκοπόν, τὴν δευτέραν δὲ ἀπὸ αὐτοῦ βήματος, καὶ ταύτην ἔτι ὀρθῷ τῷ ἵππῳ· τὴν τρίτην δέ, εἰ τὰ ἔννομα καὶ πρὸς τοῦ βασιλέως τεταγμένα δρῴη, ἐγκλίνοντος ἐπὶ δεξιὰν τοῦ ἵππου, ἐς τὸν ἄλλον σκοπόν, ὃν ἐπʼ αὐτῷ δὴ τούτῳ κατὰ πρόσταξιν τοῦ βασιλέως ἐς ἐκδοχὴν τῆς τρίτης λόγχης ἱστᾶσιν.
§3 ἥδʼ ἔστιν βολὴ πασῶν χαλεπωτάτη, εἴ πως πρὶν πάντη ἀποστραφῆναι τὸν ἵππον, ἐν αὐτῇ ἔτι τῇ ἐπικαμπῇ γίγνοιτο. γὰρ δὴ ξύνημα τῇ Κελτῶν φωνῇ καλουμένη
§4 ταύτῃ δὴ ἄφεσις γίγνεται, ἐπείπερ οὐδὲ ἀσιδήρῳ ἀκοντίῳ εὐμαρὴς ἀκοντίζεσθαι. ἤδη δέ τις ὑπὸ ὀξύτητός τε καὶ φιλοτιμίας καὶ τέσσαρας λόγχας ὀρθῷ τῷ ἵππῳ ἐπὶ τὸν πρῶτον σκοπὸν ἐξακοντίσαι ἤνυσεν, τὰς τρεῖς μὲν ὀρθῷ τῷ ἵππῳ, τὴν τετάρτην δὲ ἐπιστρέφοντι, ὡς βασιλεὺς ἔταξεν,
§5 ἔνθα δὴ τε ἀγαθὸς ἀκοντιστὴς καὶ κακὸς μάλιστα πάντων διαφαίνονται, ἅτε οὐκ ἐν στοίχῳ ἀδιακρίτῳ οὐδὲ ἐν θορύβῳ δρωμένου τοῦ ἔργου. καὶ ἥτις ἐπέλασις τοὺς πλείστους παράσχοιτο τῶν λογχῶν τῇ βολῇ διαπρέποντας, ταύτην ἐγὼ μᾶλλον τινα ἄλλην ἐπῄνεσα, ὡς πρὸς ἀλήθειαν τῶν πολεμικῶν ἔργων ἠσκημένην.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up