Book 23
§1 δὲ κατὰ ζυγά. τούτων δὲ αὖ ἑκατέρα τριχῆ νενέμηται. μὲν γάρ τις ἐξελιγμὸς Μακεδών, δὲ Λάκων, δὲ Κρητικὸς ὀνομάζεται· τὸν αὐτὸν δὲ τοῦτον καλούμενον εὑρίσκω καὶ Περσικὸν καὶ χόριον.
§2 Μακεδὼν μὲν οὖν ἐστιν μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν· Λάκων δὲ μεταλαμβάνων τῆς φάλαγγος τὸν
§3 ὀπίσω τόπον, καὶ ὡσαύτως ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν. δὲ Κρητικός τε καὶ Περσικὸς ὀνομαζόμενος τὸν αὐτὸν μὲν ἐπέχειν ποιεῖ τόπον τῆς
§4 φάλαγγος τὸ πᾶν σύνταγμα, τῶν δʼ ἐν μέρει ὁπλιτῶν ἕκαστον ἀνθʼ οὗ πρότερον ἐπεῖχεν τόπου ἕτερον μεταλαμβάνειν, τὸν μὲν λοχαγὸν τὸν τοῦ οὐραγοῦ, τὸν δὲ οὐραγὸν τὸν τοῦ λοχαγοῦ, καὶ ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν.
§5 οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίγνονται ἐπειδὰν ἐπὶ τῶν ἀποτομῶν βουληθῇ τις τὰ κέρατα καθιστάναι, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, καὶ τὸ μέσον τῆς πάσης φάλαγγος ἀποτελέσαι καρτερόν· ὡσαύτως δὲ καὶ τὰ δεξιὰ ἐν τοῖς εὐωνύμοις καθίστησι, καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς.
§6 εἰ δὲ μὴ παρέχοι κατὰ μείζω μέρη τῆς φάλαγγος ἐξελιγμοὺς ποιήσασθαι, πελαζόντων ἤδη τῶν πολεμίων, δέοι δὲ ἐξελίξαι τὴν τάξιν, τότε δὴ κατὰ συντάγματα ἐξελίσσουσι.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up