Book 35
§1 πεδίον γίγνεται ὡς διαπρεπέστατα ἐς κάλλος καὶ λαμπρότητα ἠσκημένη, ὁπόθεν ἂν μάλιστα ἐκ τοῦ ἀφανοῦς ἐξελαύνειν δόξειαν καὶ μὴ ἁπλῆν ἀλλʼ ὡς ἔνι ποικίλην τὴν ἐκδρομὴν ποιεῖσθαι.
§2 σημείοις δὲ διακεκριμένοις ἐπελαύνουσιν, οὐ τοῖς Ῥωμαϊκοῖς μόνον ἀλλὰ καὶ τοῖς Σκυθικοῖς, τοῦ ποικιλωτέραν τε καὶ ἅμα φοβερωτέραν γίγνεσθαι τὴν ἐπέλασιν.
§3 τὰ Σκυθικὰ δὲ σημεῖά ἐστιν ἐπὶ κοντῶν ἐν μήκει συμμέτρῳ δράκοντες ἀπαιωρούμενοι. ποιοῦνται δὲ ξυρραπτοὶ ἐκ ῥακῶν βεβαμμένων, τάς τε κεφαλὰς καὶ τὸ σῶμα τᾶν ἔστε ἐπὶ τὰς οὐρὰς εἰκασμένοι ὄφεσιν, ὡς φοβερώτατα οἷόν τε εἰκασθῆναι. καὶ τὰ σοφίσματα ταῦτα.
§4 ἀτρεμούντων μὲν τῶν ἵππων οὐδὲν πλέον ῥάκη ἄν ἴδοις πεποικιλμένα ἐς τὸ κάτω ἀποκρεμάμενα, ἐλαυνομένων δὲ ἐμπνεόμενα ἐξογκοῦται, ὥστε ὡς μάλιστα τοῖς θηρίοις ἐπεοικέναι, καί τι καὶ ἐπισυρίζειν πρὸς τὴν ἄγαν κίνησιν ὑπὸ τῇ πνοῇ βιαίᾳ διερχομένῃ. μένῃ.
§5 καὶ ταῦτα τὰ σημεῖα οὐ τῇ ὄψει μόνον ἡδονὴν ἔκπληξιν παρέχει, ἀλλὰ καὶ ἐς διάκρισιν τῆς ἐπελάσεως καὶ τὸ μὴ ἐμπίπτειν ἀλλήλαις τὰς τάξεις ὠφέλιμα γίγνεται. οἱ μὲν γὰρ φέροντες αὐτά,
§6 οἱ δαημονέστατοι τῶν ἐξελιγμῶν τε καὶ ἐπιστροφῶν, ἐς ἄλλους καὶ ἄλλους κύκλους ἄλλας καὶ ἐπιστροφῶν, ἐς ἄλλους καὶ ἄλλους κύκλους ἄλλας καὶ ἄλλας ἐπʼ εὐθὺ ἐκδρομὰς ἐπιλέγονται, τὸ δὲ πλῆθος οὐδὲν ἄλλο μεμελέτηκεν, ὅτι μὴ ἕπεσθαι τῷ οἰκείῳ ἕκαστοι σημείῳ.
§7 καὶ οὕτω ποικίλαι μὲν αἱ ἐπιστροφαί, πολυειδεῖς δὲ οἱ ἐξελιγμοί, πολύτροποι δὲ ἄλλῃ καὶ ἄλλῃ αἱ ἐπελάσεις γιγνόμεναι ἀσυγχύτους ὅμως τὰς τάξεις παρέχονται. συνενεχθὲν δὲ σημεῖον σημείῳ ἵππος ἵππῳ ἐμπεσὼν ἀναταράξειεν ἂν τὴν πᾶσαν τάξιν καὶ οὐ τὸ κάλλος μόνον ἀλλὰ καὶ τὴν χρείαν διαφθείρειε τοῦ ἔργου.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up