Book 17
§1 δὲ ῥόμβος ὧδε ἔχει. μὲν ἴλαρχος πρῶτος τάσσεται, οἱ δʼ ἐφ ἑκάτερα αὐτοῦ ἱππῆς οὐκ ἐξ ἴσου αὐτῷ στοιχοῦσιν, ἀλλʼ ἐς τοσόνδε ὑποβεβηκότες, ὥστε τὰς κεφαλὰς κατὰ τοὺς ὤμους μάλιστα τοῦ ἵππου τετάχθαι, ὅτῳ ἴλαρχος ἐποχεῖται. καὶ οὕτω τοὺς ἐφεξῆς στίχους
§2 πλατύνοντες ἔστε ἐπὶ τὸ ἥμισυ τοῦ παντός, ἐνθένδε αὖ κατὰ ταὐτὰ ἐς στενὸν συνάγοντες τὸν ῥόμβον ἐκπληροῦσι.
§3 τὸ δὲ ἥμισυ τοῦ ῥόμβου ἔμβολόν ἐστιν, ὥστʼ ἐνταὐτῷ δεδήλωταί μοι καὶ τοῦ ἐμβόλου τὸ σχῆμα. ἑτερομήκης δʼ ἐστὶ τάξις τὸ βάθος τοῦ μετώπου μεῖζον ἔχουσα τοῦ βάθους τὸ μέτωπον, ἥπερ ἀμείνων τῆς προτέρας ἐς τοὺς ἀγῶνας, εἰ μή που διεκπεσεῖν διὰ πολεμίας τάξεως ἐθέλοιμεν
§4 τότε γὰρ βαθυτάτη τε καὶ κατὰ μέτωπον στενοτάτη τάξις ἂν εἴη ὠφελιμωτάτη —, εἴ που ἀποκρύψαι δέοι τῶν ἱππέων τὸ πλῆθος, ὡς προκαλέσασθαι τοὺς πολεμίους ἐς θάρσος ἀσύμφορον.
§5 δʼ ἐφʼ ἑνὸς ἐπὶ μετώπου ἀβαθὴς τάξις ἐς λεηλασίας ἀνυπόπτους ἐπιτήδειος, εἴ που καταπατῆσαί τι ἀφανίσαι ἐθέλοιμεν· ἐς δὲ τοὺς ἀγῶνας τὸ πολὺ ἀσύμφορος.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up