Book 16
§1 τῶν δὲ δὴ ἱππέων ποικίλαι καὶ πολυειδεῖς αἱ τάξεις, αἳ μὲν τετράγωνοι, αἳ δὲ ἑτερομήκεις, αἳ δὲ ῥομβοειδεῖς, αἳ δὲ ἐς ἔμβολον συνηγμέναι.
§2 ἀγαθαὶ δὲ σύμπασαι αὗται αἱ τάξεις ἐν καιρῷ τασσόμεναι, καὶ μίαν οὐκ ἄν τις ἐπιλεξάμενος αὐτῶν προκρίνειεν τῶν ἄλλων, ὅτι ἐν ἄλλῳ χωρίῳ καὶ πρὸς ἄλλους πολεμίους καὶ ἐν καιρῷ ἄλλῳ εὕροι εὕροι ἂν τῆς προκριθείσης ἄλλην ὠφελιμωτέραν.
§3 τῇ μὲν δὴ ῥομβοειδεῖ τάξει τὸ πολὺ Θεσσαλοὶ ἐχρήσαντο, καὶ Ἰάσων, ὡς λόγος, Θεσσαλὸς τὸ σχῆμα τοῦτο πρῶτος ἐξεῦρεν, ἐμοὶ δὲ δοκεῖν, προεξευρημένῳ πολλῷ χρησάμενος ἀπʼ αὐτοῦ ηὐδοκίμησεν. καὶ ἔστιν ἐς
§4 πᾶσάν τε μεταβολὴν ἁρμοδιώτατον καὶ πρὸς τὸ ἥκιστα κατὰ νώτου πλαγίους ἁλίσκεσθαι ἀσφαλέστατον.
§5 κατὰ μὲν γὰρ τὰς γωνίας τοῦ ῥόμβου τοὺς ἡγεμόνας τεταγμένους ἔχει, ἐπὶ μὲν τῆς ἔμπροσθεν τὸν ἴλαρχον, ἐπὶ δὲ τῆς δεξιᾶς καὶ εὐωνύμου τοὺς καλουμένους πλαγιοφύλακας, ἐπὶ δὲ τῆς ὑπολοίπου τὸν οὐραγόν, κατὰ δὲ τὰς πλευρὰς τοῦ ῥόμβου τοὺς ἀρίστους τῶν ἱππέων.
§6 ταῖς δὲ δὴ ἐμβολοειδέσι τάξεσι Σκύθας κεχρῆσθαι μάλιστα ἀκούομεν, καὶ Θρᾷκας, ἀπὸ Σκυθῶν μαθόντας. Φίλιππος δὲ Μακεδὼν καὶ Μακεδόνας ταύτῃ τῇ τάξει χρῆσθαι ἐπήσκησεν.
§7 ὠφέλιμος δὲ καὶ αὕτη δοκεῖ τάξις, ὅτι ἐν κύκλῳ οἱ ἡγεμόνες τεταγμένοι εἰσί, καὶ τὸ μέτωπον ἐς ὀξὺ ἀπολῆγον εὐπετῶς πᾶσαν τάξιν πολεμίαν διακόπτειν παρέχει, καὶ τὰς ἐπιστροφάς τε καὶ ἀναστροφὰς ὀξείας ποιεῖσθαι δίδωσιν.
§8 αἱ γὰρ τετράγωνοι τάξεις δυσπεριάγωγοί εἰσιν· δʼ ἐς ὀξὺ προηγμένη, εἰ καὶ προϊοῦσα ἐς βάθος προχωρεῖ, ἀλλʼ αὐτῇ γε τῇ ἀρχῇ διʼ ὀλίγου ἐπιστρέφουσα τὴν πᾶσαν τάξιν εὐμαρῶς ἐξελισσομένην παρέχεται.
§9 ταῖς δὲ δὴ τετραγώνοις τάξεσι Πέρσαι μάλιστα ἐχρήσαντο, καὶ οἱ ἐν Σικελίᾳ βάρβαροι καὶ τῶν Ἑλλήνων οἱ πλεῖστοι καὶ ἱππικώτατοι·
§10 εὐσύντακτός τε γὰρ ἥδε τάξις ἄλλης μᾶλλον, ἅτε καὶ κατὰ στίχον καὶ κατὰ ζυγὸν τεταγμένων, καὶ τὰς ἐπελάσεις τε καὶ ἀπελάσεις εὐμαρεστέρας παρέχεται, καὶ μόνον οὕτω πάντες οἱ ἡγεμόνες ἀθρόοι ἐμπίπτουσι τοῖς πολεμίοις.
§11 ἄρισται δέ εἰσιν αἱ διπλασίονα τὸν ἀριθμὸν ἐν τῷ μήκει ἤπερ ἐν τῷ βάθει ἔχουσαι· οἷον εἰ ἐπὶ δέκα κατὰ μέτωπον τεταγμένοι εἶεν καὶ ἐπὶ πέντε ἐς βάθος, ἐπὶ εἴκοσι μὲν κατὰ μέτωπον, ἐπὶ δέκα δʼ ἐς βάθος.
§12 αἱ γὰρ τοιαῦται τάξεις τῷ μὲν ἀριθμῷ ἑτερομήκεις εἰσί, τῷ δὲ σχήματι ἐς τετράγωνον καθίστανται. τὸ γὰρ τοῦ ἵππου μῆκος ἀπὸ κεφαλῆς ἐπʼ οὐρὰν ἐκπίμπλησι τοῦ τετραγώνου τι περ ἐς βάθος τῷ ἀριθμῷ ἐνδέον· ὥστε ἤδη τινὲς καὶ τριπλασίονα τὸν ἀριθμὸν τῶν ἐν τῷ μήκει τασσομένων ἐποίησαν πρὸς τὸ βάθος, οὕτως οἰόμενοι ἐς ἀκριβὲς τετράγωνον καταστήσειν στήσειν τὸ σχῆμα, ὡς τριπλάσιον τὸ μῆκος τοῦ ἵππου ὑπὲρ τὸ πλάτος τοῦ ἀνθρώπου τὸ κατὰ τοὺς ὤμους ἐπέχον, ὥστε ἐννέα κατὰ μῆκος ἐν τῷ μετώπῳ τάσσοντες τρεῖς ἐν τῷ βάθει ἐπ̔??ʼτασσον.
§13 ἐπεὶ οὐδʼ ἐκεῖνο χρὴ ἀγνοεῖν, ὅτι οἱ ἐς βάθος τεταγμένοι ἱππῆς οὐ τὴν ἴσην ὠφέλειαν παρέχουσιν, ἥνπερ τὸ ἐπὶ τῶν πεζῶν βάθος· οὔτε γὰρ ἐπωθοῦσι τοὺς πρὸ σφῶν, διὰ τὸ μὴ δύνασθαι ἐπερείδειν ἵππον ἵππῳ, καθάπερ ἐκεῖ κατὰ τοὺς ὤμους καὶ τὰς πλευρὰς αἱ ἐνερείσεις γίγνονται τῶν πεζῶν,
§14 οὔτε συνεχεῖς γιγνόμενοι τοῖς πρὸ σφῶν τεταγμένοις ἕν τι βάρος τοῦ παντὸς πλήθους ἀποτελοῦσιν, ἀλλʼ εἰ συνερείδοιεν καὶ πυκνοῖντο, ἐκταράσσουσι μᾶλλον τοὺς ἵππους.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up