Book 3
§1 αἱ δὲ πεζικαί τε καὶ ἱππικαὶ τάξεις καὶ ὁπλίσεις πολυειδεῖς τε καὶ πολύτροποί εἰσιν. αὐτίκα τῶν πεζῶν ὅπλισις, ὥς γε δὴ ἐς τὰ ἀνωτάτω τεμεῖν, τριχῆ νενέμηται, ἔς τε τὸ ὁπλιτικὸν καὶ ἐς τὸ ψιλὸν καὶ ἐς τὸ πελταστικόν. τὸ μὲν δὴ βαρύτατον τὸ ὁπλιτικὸν θώρακας
§2 ἔχει καὶ ἀσπίδας θυρεοὺς παραμήκεις καὶ μαχαίρας καὶ δόρατα, ὡς Ἕλληνες, σαρίσας, ὡς Μακεδόνες. τὸ δὲ ψιλὸν ἐναντιώτατα ἔχει τῷ ὁπλιτικῷ πάντα,
§3 ὅτιπερ ἄνευ θώρακος καὶ ἀσπίδος καὶ κνημῖδος καὶ κράνους ἑκηβόλοις ἐστὶν ὅπλοις διαχρώμενον, τοξεύμασιν ἀκοντίοις σφενδόναις λίθοις ἐκ χειρός.
§4 τὸ πελταστικόν δὲ κουφότερον μὲν τυγχάνει ὂν τοῦ ὁπλιτικοῦ γὰρ πέλτη σμικροτέρα τῆς ἀσπίδος καὶ ἐλαφροτέρα, καὶ τὰ ἀκόντια τῶν δοράτων καὶ τῶν σαρισῶν λειπόμενα —, βαρύτερον
§5 δὲ τοῦ ψιλοῦ τῷ δὲ ἀκριβεῖ καὶ βαρεῖ ὁπλιτικῷ καὶ κράνη πρόσκειται, πῖλοι Λακωνικοὶ Ἀρκαδικοί, καὶ κνημῖδες, ὡς τοῖς πάλαι Ἕλλησιν, ὡς Ῥωμαίοις κνημὶς μία πρὸ τῆς κνήμης τῆς ἐν ταῖς μάχαις προβαλλομένης, καὶ θώρακες, οἳ μὲν φολιδωτοί, οἳ δὲ ἁλύσεσι λεπταῖς σιδηραῖς ἐπηλλαγμένοι.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up