Book 12
§1 ἀγαθὸν δὲ εἴπερ τι ἄλλο καὶ τὸ τοὺς λοχαγοὺς τοὺς μεγίστους τε καὶ κρατίστους εἶναι καὶ τῶν κατὰ πόλεμον δαημονεστάτους·
§2 τοῦτο γάρ τοι τὸ ζυγὸν συνέχει τὴν πᾶσαν φάλαγγα, καὶ τὸ ἴσον παρέχεται ἐν ταῖς μάχαις τι περ τὸ στόμωμα τῷ σιδήρῳ· ὁκοῖον γὰρ τομὴ τοῦ σιδήρου, ταὐτὸ τοῦτο καὶ πᾶς σίδηρος ἐργάζεται. μέν γε τομὴ αὐτῷ κατὰ τὸ στόμωμα γίγνεται, τὸ δὲ ὑπόλοιπον, καὶ εἰ μαλθακὸν τύχοι ὄν, τῷ βάρει ὅμως συνεπερείδει τῷ τέμνοντι· οὕτω καὶ τῆς φάλαγγος στόμωμα μὲν θείη τις ἂν τὸ ἐκ τῶν λοχαγῶν σύνταγμα, ὄγκον δὲ καὶ βάρος τὸ κατόπιν τούτων πλῆθος.
§3 δευτέρους δʼ ἐπὶ τούτοις κατʼ ἀρετὴν χρὴ εἶναι τοὺς τῶν λοχαγῶν ἐπιστάτας· καὶ γὰρ τὸ τούτων δόρυ ἐξικνεῖται ἔστε ἐπὶ τοὺς πολεμίους, καὶ τοὺς ὠθισμοὺς τοῖς προτεταγμένοις σφῶν ἐγγύθεν συνερείδουσιν. ἤδη δέ τις καὶ μαχαίρᾳ τοῦ ἐναντίου ἐφικέσθαι
§4 ἐδυνήθη, ὑπερενεγκὼν ὑπὲρ τὸν ἔμπροσθεν τεταγμένον τὴν πληγήν, καὶ πεσόντος ἡγεμόνος καὶ τρωθέντος ὡς ἀπόμαχον γενέσθαι, προπηδήσας πρῶτος ἐπιστάτης ἐς λοχαγοῦ τάξιν τε καὶ ἀξίωσιν κατέστη, καὶ ἀρραγῆ τὴν πᾶσαν φάλαγγα παρέσχετο.
§5 τὸ δὲ τρίτον καὶ τέταρτον ζυγὸν κατὰ λόγον ἤδη τῆς ἀπὸ τοῦ πρώτου ἀποστάσεως ἐπιλεγομένους τακτέον,
§6 ταύτῃ τοι καὶ Μακεδονικὴ φάλαγξ φοβερὰ τοῖς πολεμίοις οὐκ ἐν τῷ ἔργῳ μόνον ἀλλὰ καὶ ἐν τῇ ὄψει ἐφαίνετο. ἀνὴρ γὰρ ὁπλίτης εἱστήκει αὐτοῖς κατὰ πύκνωσιν ἐν δύο πήχεσι μάλιστα, τὸ δὲ μέγεθος τῶν σαρισῶν πόδας ἐπεῖχεν ἑκκαίδεκα.
§7 καὶ τούτων οἱ μὲν τέσσαρες διὰ τὴν χεῖρά τε τοῦ κατέχοντος καὶ τὸ ἄλλο σῶμα ἀπεγίγνοντο, οἱ δώδεκα δὲ προεῖχον πρὸ τῶν σωμάτων ἑκάστου τῶν πρωτοστατῶν.
§8 οἱ δʼ ἐν τῷ δευτέρῳ ζυγῷ ὑποβεβηκότες ἐκείνων ποσὶ δυσὶ τὴν σάρισαν αὖ εἶχον προβεβλημένην ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας δέκα,
§9 οἱ δʼ ἐν τῷ τρίτῳ ἔτι καὶ οὗτοι ὑπεραίρουσαν ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας ὀκτώ. καὶ ἔτι οἱ ἐν τῷ τετάρτῳ ἐς ἕξ, καὶ ἔτι οἱ ἐν τῷ πέμπτῳ ἐς2τέσσαρας, οἱ δʼ ἐν τῷ ἕκτῳ ἐς δύο.
§10 καθʼ ἕκαστον οὖν τῶν πρωτοστατῶν ἓξ σάρισαι προβεβλημέναι ἦσαν, ἐν κύκλῳ ἐφεξῆς ὑποβαίνουσαι, ὥστε ἕκαστον ὁπλίτην ἓξ σαρίσαις πεφράχθαι καὶ ταῖς δυνάμεσιν ἐπερείδειν ὅποι ἐπιβρίσειαν. καὶ οἱ τῷ ἕκτῳ δʼ ἐφεστηκότες εἰ καὶ μὴ αὐταῖς ταῖς σαρίσαις ἀλλὰ τῷ γε βάρει τῶν σωμάτων συνεπήρειδον τοῖς πρὸ σφῶν τεταγμένοις, ὡς τήν τε ἐμβολὴν τὴν ἐς τοὺς πολεμίους τ̔??ʼς φάλαγγος οὐ φορητὴν γίγνεσθαι, καὶ τοῖς πρωτοστάταις αὖ ἄπορον τὴν φυγήν.
§11 τοὺς δὲ οὐραγοὺς οὐχ οὕτω τι κατʼ ἀλκὴν ὡς κατὰ σύνεσιν καὶ ἐμπειρίαν τῶν πολεμικῶν ἐπιλέκτους χρὴ εἶναι, ὡς ἐπιμέλεσθαι τοῦ στοιχεῖν τὰ ζυγὰ καὶ τοῖς ἐθελοκακοῦσι μὴ ἐφιέναι ἀποδιδράσκειν ἔξω τῆς τάξεως. ὅπου τε συνασπισμοῦ δεήσειεν, οὗτός ἐστιν μάλιστα ἐς πυκνότητα τοὺς πρὸ ἑαυτοῦ τεταγμένους συνάγων, τὴν πᾶσαν ἰσχὺν τῷ συντάγματι τούτῳ παρέχεται.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up