Book 27
§1 χρὴ δὲ τὰ παραγγέλματα ἐθίζεσθαι τὴν στρατιὰν ὀξέως δέχεσθαι, τὰ μὲν φωνῇ, τὰ δὲ ὁρατοῖς σημείοις,
§2 τὰ δὲ τῇ σάλπιγγι. καὶ σαφέστερα μὲν τυγχάνει ὄντα τὰ λέξει δηλούμενα, ὅτι καὶ παντὸς τοῦ νοῦ δήλωσις οὕτω γίγνεται, οὐχὶ δὲ σύμβολόν τι αὐτὸ μόνον ὁρᾶται ἀκούεται.
§3 ἀλλʼ ἐπειδὴ πολλὰ τὰ ἐξείργοντά ἐστιν ἐν ταῖς μάχαις τὰς διὰ φωνῆς δηλώσεις, κτύπος τε ἐκ τῶν ὅπλων καὶ αἱ παρακελεύσεις ἀλλήλοις καὶ οἰμωγαὶ τιτρωσκομένων καὶ παριππασία δυνάμεως ἱππικῆς, προσεθιστέον τὴν στρατιὰν καὶ τοῖς ὁρατοῖς σημείοις. οὐ μὴν ἀλλὰ καὶ πρὸς ταῦτα ἤδη ἄπορα ἔστιν
§4 γίγνεται, οἷν ὁμίχλη κονιορτὸς πολὺς ἄνω φερόμενος ἥλιος κατὰ προσώπου ἀντιλάμπων νιφετὸς συνεχὴς ὕδωρ λάβρον ἐξ οὐρανοῦ τόποι σύνδενδροι γήλοφοι ἀνεστηκότες, ὡς μὴ πάσῃ τῇ φάλαγγι ὁρατὰ γίγνεσθαι τὰ σημεῖα.
§5 ὁπότε μὲν δὴ γήλοφοι διακλείοιεν τὴν ὄψιν, πλείω τὰ ὁρατὰ σημεῖα ποιητέον· πρὸς δὲ τὰ ἐκ τοῦ ἀέρος ἐμπόδια σάλπιγξ ὠφέλιμος. ὑπὲρ δὲ τῶν πορειῶν, ὅσας ποιεῖται τὰ στρατόπεδα,
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up