Book 37
§1 καὶ χρὴ τοσαῦτα φέρειν ἀκόντια, ὡς διὰ πάσης τῆς προβολῆς ἐξακοντίζειν παριππεύοντα. καὶ τοῦ τε ἀκροβολισμοῦ τὸ συνεχὲς καὶ τοῦ κτύπου τὸ ἀνέκλειπτον ὥσπερ τι ἄλλο ἐκπληκτικὸν φαίνεται.
§2 μεταξὺ δὲ δὴ τοῦ τε δεξιοῦ κέρως τῆς τάξεως καὶ τῆς προβολῆς τοῖν δυοῖν ἱππέοιν ἐκ τοῦ ἀφανοῦς ἱππῆς ἐκθέουσι, προϊππεύοντες μὲν τῆς οἰκείας τάξεως, ἀκοντίζοντες δὲ ἐς τοὺς παριππεύοντας. καὶ τούτοις ἐπʼ ἀσπίδα ἔγκλισις γίγνεται, καὶ ταύτῃ ἀφρακτότεροι παριππεύουσιν. ἔνθα δὴ καὶ μάλιστα ἀγαθοῦ δεῖ ἱππέως,
§3 ὡς ὁμοῦ μὲν ἐξακοντίζειν δυνατός τε γίγνηται ἐς τοὺς ἐπελαύνοντας, ὁμοῦ δὲ σκέπειν τὴν δεξιὰν πλευρὰν τῇ προβολῇ τοῦ ὅπλου.
§4 καὶ ἐν μὲν τῇ παρελάσει κατὰ δεξιὰν ἐπιστροφὴν ἀκοντισμὸς ἀναγκαῖος αὐτῷ γίγνεται, ἐν δὲ τῇ παντελεῖ ἐπιστροφῇ πέτρινος δὴ ὀνομαζόμενος τῇ Κελτῶν φωνῇ, ὅς ἐστι πάντων χαλεπώτατος.
§5 χρὴ γὰρ ἐπιστραφέντα, ὅρη δύναμις μἁ??ʼθακαῖν ταῖν πλευραῖν, ἐς τὸ κατʼ οὐρὰν τοῦ ἵππου ὡς ἔνι μάλιστα εὐθὺ ἐς τοὐπίσω ἀκοντίσαι, καὶ τοῦτο δράσαντα ὀξέως αὖ ἐπιστρέψαντα κατὰ νώτου βαλεῖν τὸ ὅπλον, ὅτι τὰ γυμνὰ οὕτω γε παραδίδοται τοῖς πολεμίοις, εἰ ἄνευ προβολῆς ἐπιστρέψειεν. ὁμοῦ δὲ τε ἐπέλασις ἤδη ἀποπαύεται καὶ οἱ πρόσθεν
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up