Book 15
§1 καὶ σφενδονῆται καὶ πάντες ὅσοι ἑκηβόλοις ὅπλοις διαχρῶνται πολλαχῆ·
§2 καὶ γὰρ ὅπλα συντρῖψαι τῶν πολεμίων ἱκανοί, μάλιστα δὲ οἱ τοῖς λίθοις ἀκροβολιζόμενοι, καὶ τραύματα ἐκ μακροῦ ἐμβαλεῖν, εἰ δὲ βιαιοτέρα πληγὴ γένοιτο, καὶ κατακανεῖν.
§3 χρήσιμοι δʼ ἐκκαλέσασθαι ἐκ χωρίου ὀχυροῦ πολεμίους τῷ διὰ μακροῦ τὰ βέλη ἀφιέντες ἐλπίδα παρέχειν ὅτι ἐπιόντας οὐκ ἂν δέξαιντο.
§4 χρήσιμοι δὲ καὶ φάλαγγα τεταγμένην διαλῦσαι καὶ ἵππον ἐπιφερομένην ἀναστεῖλαι καὶ χωρία ὑπερδέξια καταλαβέσθαι τῷ τε ταχεῖς εἶναι διὰ κουφότητα καὶ τῷ, εἰ καταλάβοιεν, τῇ συνεχείᾳ τοῦ ἀκροβολισμοῦ μηδένα πελάσαι αὐτοῖς ἄνευ πολλῶν τραυμάτων.
§5 χρήσιμοι δὲ καὶ ἀποκρούσασθαι ἀπὸ χωρίου τοὺς κατειληφότας, οὐχ ὑπομένοντας τὰ τραύματα, ἐπιτήδειοι δὲ καὶ τὰ ὕποπτα χωρία διερευνήσασθαι, ὠφέλιμοι δὲ καὶ ἐς ἐνέδραν ἐγκαθέζεσθαι, ἑνί τε λόγῳ καὶ προαγωνίσασθαι τῶν πεζῶν ἀγαθοὶ καὶ συναγωνίσασθαι ὠφέλιμοι καὶ ἐπιμαχόμενοι ἱκανοὶ τελέαν τὴν ἧσσαν τοῖς πρὸς τῶν πεζῶν τραπεῖσι βαρβάροις καταστῆσαι.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up