Book 5
§1 ἑκάστης δὲ τάξεως πεζικῆς τε καὶ ἱππικῆς συστήματά τʼ ἐστὶ καὶ ἡγεμόνες καὶ ἀριθμὸς καὶ ὀνόματα, ὑπὲρ ὧν ἤδη λεκτέον.
§2 πρῶτον μὲν δὴ καὶ μέγιστον τῶν ἐν στρατηγίᾳ ἔργων παραλαβόντα πλῆθος ἀνθρώπων ἀθρόον καὶ ἄτακτον ἐς τάξιν καὶ κόσμον καταστῆσαι· τὸ δʼ ἔστιν καταλοχίσαι τε καὶ συλλοχίσαι, ἀριθμόν τε ἐπιθεῖναι τῷ πλήθει παντὶ σύμμετρον καὶ ἐπιτήδειον ἐς τὰς μάχας.
§3 τὸ γὰρ συντεταγμένον στράτευμα ἔν τε τῇ πορείᾳ κουφότερον καὶ ἐν τῇ στρατοπεδείᾳ ἀσφαλέστερον καὶ ἐς τὰς μάχας ὠφελιμώτερον, ὥστε ἤδη καὶ μεγάλα στρατόπεδα καὶ εὐοπλοῦντα διἀταξίαν διαφθαρέντα ἴσμεν ὑπὸ ἐλάττονός τε στρατιᾶς καὶ οὐκ ἀκριβῶς ὡπλισμένης, τὰ δὲ ἀσθενέστερα καὶ οὐκ εὐοπλοῦντα κρατήσαντα περισσοῦ πλήθους τῇ εὐταξίᾳ.
§4 τὸ μὲν δὴ καταλοχίσαι ἐστὶν ἐς λόχους συντάξαι· δὲ λάχος ὀνομάζεται ἀριθμὸς ἀνδρῶν ἀπὸ τοῦ ἡγουμένου καὶ τῶν μετὰ τοῦτον τεταγμένων ἔστε ἐπὶ τὸν τελευταῖον κατὰ τὸ βάθος, ὃς δὴ οὐραγὸς καλεῖται. ἀριθμὸν δὲ τοῦ λόχου οἳ μὲν ὀκτὼ ἀνδρῶν ἐποίησαν,
§5 οἳ δὲ δέκα, οἳ δὲ δύο ἐπὶ τοῖς δέκα, οἳ δὲ καὶ ἑκκαίδεκα. κείσθω δὲ ἡμῖν τὸ βαθύτατον αὐτοῦ ἐς ἑκκαίδεκα. σύμμετρον γὰρ τοῦτο πρός τε τὴν ἐπὶ μῆκος τάξιν καὶ πρὸς τὴν ἐς βάθος τῆς φάλαγγος καὶ πρὸς τὸ ὑπερτοξεύεσθαί τε καὶ ὑπερακοντίζεσθαι πρὸς τῶν ψιλῶν τῶν ἐφεστηκότων.
§6 καὶ εἴτε διπλασιάσαι δεήσειεν τὸ βάθος ἐπὶ τριάκοντα δύο ἄνδρας, τάξις σύμμετρος ἔσται· εἴτε αὖ μηκῦναι τὸ μέτωπον ἐς ὀκτώ, ἔσται οὐ πάντη ἀβαθὴς φάλαγξ. τὴν δὲ ἐς ὀκτὼ εἰ ἐκτεῖναι ἐθελήσειας ἐπὶ τέσσαρας, ἀβαθὴς γίγνεται. χρὴ οὖν τὸν λοχαγόν, ἅτε πρῶτον τοῦ λόχου τασσόμενον, τὸν κράτιστον ἐπιλέγεσθαι· δὲ αὐτὸς καὶ πρωτοστάτης καὶ γεμὼν καλεῖται.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up