Book 10
§1 οἱ μὲν γε δύο λόχοι διλοχία καλεῖται, ἀνδρῶν δύο καὶ τριάκοντα, καὶ διλοχίτης τούτων ἡγούμενος· οἱ δὲ τέσσαρες λόχοι τετραρχία, καὶ τούτων ἡγούμενος τέτραρχος τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν ἔξαρχος.
§2 αἱ δὲ δύο τετραρχίαι τάξις, λόχων μὲν ὀκτώ, ἀνδρῶν δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ τούτων ἡγούμενος ταξίαρχος.
§3 ὅπου δὲ ἐξ ἑκατὸν γίγνεται τὸ τάγμα, ἑκατόνταρχος τούτων αὖ ἡγεμὼν ὀνομάζεται. αἱ δὲ δύο τάξεις σύνταγμα καλεῖται, λόχων μὲν ἑκκαίδεκα, ἀνδρῶν δὲ ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ τούτων αὖ ἡγούμενος συνταγμάταρχος. οἳ δὲ καὶ ξεναγίαν τοῦτο ὀνομάζουσι, καὶ ξεναγὸν τὸν τούτου ἡγούμενον. καθʼ ἑκάστην δὲ σύνταξιν τῶν ἓξ καὶ πεντήκοντα
§4 καὶ διακοσίων ἐπίλεκτοί εἰσι σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκήρυξ. καὶ τὸ πᾶν σύνταγμα ἐς τετράγωνον σχῆμα ταχθὲν ἐς ἑκκαίδεκα ἔχει τὸ μῆκος καὶ τὸ βάθος.
§5 τὰ δὲ δύο συντάγματα γίγνεται ἀνδρῶν δώδεκα καὶ πεντακοσίων, λόχων δύο καὶ τριάκοντα, καὶ τούτων ἡγούμενος πεντακοσίαρχος. τοῦτο δὲ διπλασιασθὲν γίγνεται χιλιαρχία, ἀνδρῶν μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, λόχων δὲ τεσσάρων καὶ ἑξήκοντα, καὶ ἐπὶ τούτοις χιλίαρχος. αἱ δὲ δύο χιλιαρχίαι μεραρχία, δισχιλίων ἀνδρῶν καὶ ὀκτὼ καὶ τεσσαράκοντα, λόχων ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ τούτων ἔξαρχος μέραρχος. οἳ δὲ καὶ τέλος τοῦτο ὀνομάζουσιν. αἱ δὲ δύομεραρχίαι φαλαγγαρχία,
§6 τετρακισχιλίων ἀνδρῶν καὶ ἓξ καὶ ἐνενήκοντα, λόχων ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ τούτων αὖ ἡγούμενος φαλάγγαρχος. οἳ δὲ καὶ στρατηγίαν τοῦτο ὀνομάζουσι,
§7 καὶ τὸν ἡγούμενον στρατηγόν. αἱ δὲ δύο φαλαγγαρχίαι διφαλαγγαρχία, δύο ἀνδρῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν καὶ ὀκτακισχιλίων, λόχων δώδεκα καὶ πεντακοσίων. ἔστι δὲ τὸ τάγμα τοῦτο καὶ μέρος καὶ κέρας.
§8 αἱ γάρ τοι δύο διφαλαγγαρχίαι τετραφαλαγγαρχία τε καλεῖται καὶ λόχωνγίγνεται χιλίων καὶ εἴκοσι καὶ τεσσάρων, ἀνδρῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα ἐπόντων τεσσάρων,
§9 ὅντινα τὸν πάντα ἀριθμὸν τῇ πεζικῇ τάξει ὑπεθέμεθα, καὶ εἴη ἂν ἐν τούτῳ κέρατα μὲν δύο, φαλαγγαρχίαι δὲ τέσσαρες, μεραρχίαι δὲ ὀκτώ, χιλιαρχίαι δὲ ἑκκαίδεκα, πεντακοσιαρχίαι δὲ δύο καὶ τριάκοντα, συνταγματαρχίαι δὲ τέσσαρες καὶ ἑξήκοντα, ταξιαρχίαι δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, τετραρχίαι δὲ ἓξ καὶ πεντήκοντα καὶ διακόσιαι, διλοχίαι δὲ πεντακόσιαι καὶ δεκαδύο, λόχοι δὲ εἴκοσι καὶ χίλιοι τεσσάρων ἐπόντων.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up