Book 21
§1 κλίσις μὲν δή ἐστιν κατʼ ἄνδρα κίνησις, καὶ τῆς κλίσεως ἐπὶ δόρυ μὲν καλεῖται ἐς τὰ δεξιά, ἵναπερ τὸ δόρυ ἐστὶ τῷ ὁπλίτῃ, ἐπʼ ἀσπίδα δὲ ἐπὶ τὰ λαιά, ἵνα φέρει τὴν ἀσπίδα.
§2 καὶ εἰ μὲν ἁπλῆ κλίσις, ἐς τὰ πλάγια μόνον παράγει τὴν ὄψιν· εἰ δὲ διπλῆ γίγνοιτο, ἀποστρέφει τὴν ὄψιν ἐς τὸ κατόπιν. τουτὶ δὲ ἤδη μεταβολὴ καλεῖται.
§3 ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἐπʼ ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέντος, καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε ἐπιστατῶν καὶ παραστατῶν.
§4 ἀναστροφὴ δέ ἐστιν ἀποκατάστασις τῆς ἐπιστροφῆς ἐς τὴν προτέραν χώραν. περισπασμὸς δὲ καλεῖται ἐκ δυοῖν ἐπιστροφαῖν τοῦ τάγματος κίνησις, ὡς μεταλαβεῖν τὸν ὀπίσω τόπον·
§5 ἐκπερισπασμὸς δὲ ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ παντὸς κίνησις, ὡς μεταλαβεῖν, εἰ μὲν ἐπὶ δόρυ γίγνοιτο, τὴ νἐξ ἀριστερῶν ἐπιφάνειαν, εἰ δὲ ἐπʼ ἀσπίδα, τὴν ἐκ δεξιῶν. στοιχεῖν δὲ λέγεται τὸ ἐπʼ εὐθείας ἰέναι τῷ λοχαγῷ
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up