De Polycrite
§1 Καθὃν δὲ χρόνον ἐπὶ Ναξίους Μιλήσιοι ἔβησαν σὺν ἐπικούροις καὶ τεῖχος πρὸ τῆς πόλεως ἐνοικοδομησάμενοι τήν τε χώραν ἔτεμνον καὶ καθείρξαντες τοὺς Ναξίους ἐφρούρουν, τότε παρθένος ἀπολειφθεῖσα κατά τινα δαίμονα ἐν Δηλίῳ ἱερῷ, πλησίον τῆς πόλεως κεῖται, ʽΠολυκρίτη ὄνομα αὐτᾖ τὸν τῶν Ἐρυθραίων ἡγεμόνα Διόγνητον εἷλεν, ὃς οἰκείαν δύναμιν ἔχων συνεμάχει τοῖς Μιλησίοις.
§2 Πολλῷ δὲ συνεχόμενος πόθῳ διεπέμπετο πρὸς αὐτήν· οὐ γὰρ δή γε θεμιτὸν ἦν ἱκέτιν οὖσαν ἐν τῷ ἱερῷ βιάζεσθαι· δἕως μέν τινος οὐ προσίετο τοὺς παραγινομένους· ἐπεὶ μέντοι πολὺς ἐνέκειτο, οὐκ ἔφη πεισθήσεσθαι αὐτῷ, εἰ μὴ ὀμόσειεν ὑπηρετήσειν αὐτῇ τι ἂν βουληθῇ.
§3 δὲ Διόγνητος οὐδὲν ὑποτοπήσας τοιόνδε μάλα προθύμως ὤμοσεν Ἄρτεμιν χαριεῖσθαι αὐτῇ τι ἂν προαιρῆται· κατομοσαμένου δὲ ἐκείνου, λαβομένη τῆς χειρὸς αὐτοῦ Πολυκρίτη μιμνήσκεται περὶ προδοσίας τοῦ χωρίου, καὶ πολλὰ καθικετεύει αὐτήν τε οἰκτείρειν καὶ τὰς συμφορὰς τῆς πόλεως.
§4 δὲ Διόγνητος ἀκούσας τοῦ λόγου ἐκτός τε ἐγένετο αὑτοῦ καὶ σπασάμενος τὴν μάχαιραν ὥρμησεν διεργάσασθαι τὴν κόρην. Ἐν νῷ μέντοι λαβὼν τὸ εὔγνωμον αὐτῆς καὶ ἅμα ὑπἔρωτος κρατούμενος ʽἔδει γάρ, ὡς ἔοικε, Ναξίοις μεταβολὴν γενέσθαι τῶν παρόντων κακῶντότε μὲν οὐδὲν ἀπεκρίνατο, βουλευόμενος τί ποιητέον εἴη· τῇ δὑστεραίᾳ καθωμολογήσατο προδώσειν.
§5 κἀν τῷδε τοῖς Μιλησίοις ἑορτὴ μετὰ τρίτην ἡμέραν Θαργήλια ἐπῄει, ἐν πολύν τε ἄκρατον ἐμφοροῦνται καὶ τὰ πλείστου ἄξια καταναλίσκουσι· τότε οὖν παρεσκευάζετο προδιδόναι τὸ χωρίον· καὶ εὐθέως διὰ τῆς Πολυκρίτης ἐνθέμενος εἰς ἄρτον μολυβδίνην ἐπιστολὴν τοῖς ἀδελφοῖς αὐτῆς ʽἐτύγχανον δὲ ἄρα τῆς πόλεως ἡγεμόνες οὗτοἰ ὅπως εἰς ἐκείνην τὴν νύκτα παρασκευασάμενοι ἥκωσιν· σημεῖον δὲ αὐτοῖς ἀνασχήσειν αὐτὸς ἔφη λαμπτῆρα.
§6 Καὶ Πολυκρίτη δὲ τῷ κομίζοντι τὸν ἄρτον φράζειν ἐκέλευε τοῖς ἀδελφοῖς μὴ ἐνδοιασθῆναι, ὡς τῆς πράξεως ἐπὶ τέλος ἀχθησομένης, εἰ μὴ ἐκεῖνοι ἐνδοιασθεῖεν. Τοῦ δὲ ἀγγέλου ταχέως εἰς τὴν πόλιν ἐλθόντος, Πολυκλῆς, τῆς Πολυκρίτης ἀδελφός, ἐν πολλῇ φροντίδι ἐγίνετο εἴτε πεισθείη τοῖς ἐπεσταλμένοις εἴτε μή·
§7 τέλος δέ, ὡς ἐδόκει πᾶσι πείθεσθαι καὶ νὺξ ἐπῆλθεν, ἐν προσετέτακτο παραγίνεσθαι, πολλὰ κατευξάμενοι τοῖς θεοῖς, εἰσδεχομένων αὐτοὺς τῶν ἀμφὶ Διόγνητον, ἐσπίπτουσιν εἰς τὸ τεῖχος τῶν Μιλησίων οἱ μέν τινες κατὰ τὴν ἀνεῳγμένην πυλίδα, οἱ δὲ καὶ τὸ τεῖχος ὑπερελθόντες, ἀθρόοι τε ἐντὸς γενόμενοι κατέκαινον τοὺς Μιλησίους. ἔνθα δὴ κατἄγνοιαν ἀποθνήσκει καὶ Διόγνητος.
§8 Τῇ δὲ ἐπιούσῃ οἱ Νάξιοι πάντες πολὺν πόθον εἶχον θεάσασθαι τὴν κόρην· καὶ οἱ μέν τινες αὐτὴν μίτραις ἀνέδουν, οἱ δὲ ζώναις, αἷς βαρηθεῖσα παῖς διὰ πλῆθος τῶν ἐπιρριπτουμένων ἀπεπνίγη. Καὶ αὐτὴν δημοσίᾳ θάπτουσιν ἐν τῷ πεδίῳ, πάντα ἑκατὸν ἐναγίσαντες αὐτῇ· φασὶ δέ τινες καὶ Διόγνητον ἐν τῷ αὐτῷ καῆναι, ἐν καὶ παῖς, σπουδασάντων τῶν Ναξίων.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up