De Periandri matre
§1 λέγεται δὲ καὶ Περίανδρον τὸν Κορίνθιον τὴν μὲν ἀρχὴν ἐπιεικῆ τε καὶ πρᾶον εἶναι, ὕστερον δὲ φονικώτατον γενέσθαι διαἰτίαν τήνδε. μήτηρ αὐτοῦ κομιδῇ νέου πολλῷ πόθῳ κατείχετο, καὶ τέως μὲν ἀνεπίμπλατο τῆς ἐπιθυμίας περιπλεκομένη τῷ παιδί· προϊόντος δὲ τοῦ χρόνου τὸ πάθος ἐπὶ μεῖζον ηὔξετο, καὶ κατέχειν τὴν νόσον οὐκέτι οἵα τε ἦν, ἕως ἀποτολμήσασα προσφέρει λόγους τῷ παιδὶ ὡς αὐτοῦ γυνή τις ἐρῴη τῶν πάνυ καλῶν, παρεκάλει τε αὐτὸν μὴ περιορᾶν αὐτὴν περαιτέρω καταξαινομένην.
§2 δὲ τὸ μὲν πρῶτον οὐκ ἔφη φθερεῖν ἐζευγμένην γυναῖκα ὑπό τε νόμων καὶ ἐθῶν, λιπαρῶς δὲ προσκειμένης τῆς μητρὸς συγκατατίθεται. Κἀπειδὴ νὺξ ἐπῆλθεν, εἰς ἣν ἐτέτακτο τῷ παιδί, προυδήλωσεν αὐτῷ μήτε λύχνα φαίνειν ἐν τῷ θαλάμῳ, μήτε ἀνάγκην αὐτῇ ἐπάγειν πρὸς τὸ διαλεχθῆναί τι· ἐπιπροσθεῖσθαι γὰρ αὐτὴν ὑπαἰδοῦς.
§3 Καθομολογησαμένου δὲ τοῦ Περιάνδρου πάντα ποιήσειν κατὰ τὴν ὑφήγησιν τῆς μητρός, ὡς ὅτι κράτιστα αὑτὴν ἀσκήσασα εἰσέρχεται παρὰ τὸν παῖδα, καὶ πρὶν ὑποφαίνειν ἕω λαθραίως ἔξεισιν.
§4 Τῇ δὑστεραίᾳ ἀναπυνθανομένης αὐτῆς εἰ κατὰ νοῦν αὐτῷ γένοιτο καὶ εἰ αὖτις θέλοι αὐτὴν παραὐτὸν ἀφικέσθαι, Περίανδρος σπουδάζειν τε ἔφη καὶ ἡσθῆναι οὐ μετρίως. Ὡς δὲ ἐκ τούτου οὐκ ἀνίει φοιτῶσα πρὸς τὸν παῖδα καί τις καὶ ἔρως ὑπῄει τὸν Περίανδρον, ἤδη σπουδὴν ἐτίθετο γνωρίσαι τὴν ἄνθρωπον ἥτις ἦν.
§5 Καὶ ἕως μέν τινος ἐδεῖτο τῆς μητρὸς ἐξικετεῦσαι ἐκείνην ὅπως τε εἰς λόγους αὐτῷ ἀφίκοιτο κἀπειδὴ εἰς πολὺν πόθον ἐπαγάγοιτο αὐτόν, δήλη ποτὲ γένοιτο· νυνὶ δὲ παντάπασι πρᾶγμα ἄγνωμον πάσχειν διὰ τὸ μὴ ἐφίεσθαι αὐτῷ καθορᾶν τὴν ἐκ πολλοῦ χρόνου συνοῦσαν αὐτῷ· ἐπεὶ δὲ μήτηρ ἀπεῖργεν αἰτιωμένη τὴν αἰσχύνην τῆς γυναικός, κελεύει τινὰ τῶν ἀμφαὑτὸν οἰκετῶν λύχνα κατακρύψαι.
§6 Τῆς δὲ κατὰ τὸ σύνηθες ἀφικομένης καὶ μελλούσης κατακλίνεσθαι, ἀναδραμὼν Περίανδρος ἀναίρει τὸ φῶς, καὶ κατιδὼν τὴν μητέρα ὥρμησεν ἐπὶ τὸ διεργάσασθαι αὐτήν· κατασχεθεὶς δὲ ὑπό τινος δαιμονίου φαντάσματος ἀπετράπετο, κἀκ τούτου παραπλὴξ ἦν νοῦ τε καὶ φρενῶν κατέσκηψέ τε εἰς ὠμότητα καὶ πολλοὺς ἀπέσφαξε τῶν πολιτῶν· δὲ μήτηρ πολλὰ κατολοφυραμένη τὸν ἑαυτῆς δαίμονα, ἀνεῖλεν ἑαυτήν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up