De Anthippe
§1 Παρὰ δὲ Χάοσι μειρακίσκος τις τῶν πάνυ δοκίμων Ἀνθίππης ἠράσθη. Ταύτην ὑπελθὼν πάσῃ μηχανῇ πείθει αὐτῷ συμμιγῆναι· δὲ ἄρα καὶ αὐτὴ οὐκ ἐκτὸς ἦν τοῦ πρὸς τὸν παῖδα πόθου· καὶ ἐκ τοῦδε λανθάνοντες τοὺς αὑτῶν γονεῖς ἐξεπίμπλασαν τὴν ἐπιθυμίαν.
§2 Ἑορτῆς δέ ποτε τοῖς Χάοσι δημοτελοῦς ἀγομένης καὶ πάντων εὐωχουμένων, ἀποσκεδασθέντες εἴς τινα δρυμὸν κατειλήθησαν. Ἔτυχε δὲ ἄρα τοῦ βασιλέως υἱὸς Κίχυρος πάρδαλιν διώκων,  ἧς συνελαθείσης εἰς ἐκεῖνον τὸν δρυμὸν ἀφίησιν ἐπαὐτὴν τὸν ἄκοντα. Καὶ τῆς μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς παιδός·
§3 ὑπολαβὼν δὲ τὸ θηρίον καταβεβληκέναι ἐγγυτέρω τὸν ἵππον προσελαύνει· καὶ καταμαθὼν τὸ μειράκιον ἐπὶ τοῦ τραύματος τῆς παιδὸς ἔχον τὼ χεῖρε ἐκτός τε φρενῶν ἐγένετο καὶ περιδινηθεὶς ἀπολισθάνει τοῦ ἵππου εἰς χωρίον ἀπόκρημνον καὶ πετρῶδες.
§4 Ἔνθα δὴ μὲν ἐτεθνήκει, οἱ δὲ Χάονες, τιμῶντες τὸν βασιλέα, κατὰ τὸν αὐτὸν τόπον τείχη περιεβάλοντο καὶ τὴν πόλιν ἐκάλεσαν Κίχυρον.
§5 Φασὶ δέ τινες τὸν δρυμὸν ἐκεῖνον εἶναι τῆς Ἐχίονος θυγατρὸς Ἠπείρου, ἣν μεταναστᾶσαν ἐκ Βοιωτίας βαδίζειν μεθἉρμονίας καὶ Κάδμου, φερομένην τὰ Πενθέως λείψανα, ἀποθανοῦσαν δὲ περὶ τὸν δρυμὸν τόνδε ταφῆναι· διὸ καὶ τὴν γῆν Ἤπειρον ἀπὸ ταύτης ὀνομασθῆναι.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up