De Pisidice
§1 Λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῇ ἠπείρῳ νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβῳ. Ἔνθα δὴ καθἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραΐζειν.
§2 Ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα καρτερῶς ἀντεῖχον, καὶ ἐν πολλῇ ἀμηχανίᾳ ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῷ τὴν πόλιν, εἴ γε μέλλοι αὐτὴν γυναῖκα ἕξειν.
§3 δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγκρατὴς τῆς πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῷ δρασθέντι, προὐτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην.
§4 Μέμνηται τοῦ πάθους τοῦδε καὶ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε· ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον ἥρω, ἐκ δἹκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων, αὐτοκασίγνητον Ἑλικάονος, ἔνδοθι πάτρης τηλίκον ὑψίπυλον. θαλερὴ δέ μιν ἄασε Κύπρις. γὰρ ἐπΑἰακίδῃ κούρης φρένας ἐπτοίησε Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δἐς ὑγρὴν ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος.
§5 εἶτα μικρὸν ὑποβάς δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων, ἔτλη δοἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας χαλκῷ ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος, ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν πενθεροὶ Αἰακίδαι, Φθίῃ δἔνι δώματα ναίοι ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ· οὐ δ γἔμελλε τὰ ῥέξειν, ὀλοῷ δἐπαγάσσατο πατρίδος οἴτῳ· ἔνθ γαἰνότατον γάμον εἴσιδε Πηλείδαο Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up