§contents.1
ταῦτα ἐν τῷδε τῷ συγγράμματι περιέχεται·
§1
Ἁρπασθείσης Ἰοῦς τῆς Ἀργείας ὑπὸ λῃστῶν, ὁ πατὴρ αὐτῆς Ἴναχος μαστῆράς τε καὶ ἐρευνητὰς ἄλλους καθῆκεν, ἐν δὲ αὐτοῖς Λύρκον τὸν Φορωνέως, ὃς μάλα πολλὴν γῆν ἐπιδραμὼν καὶ πολλὴν θάλασσαν περαιωθείς, τέλος, ὡς οὐχ εὕρισκεν, ἀπεῖπε τὸν κάματον· καὶ εἰς μὲν Ἄργος δεδοικὼς τὸν Ἴναχον οὐ μάλα τι κατῄει, ἀφικόμενος δὲ εἰς Καῦνον πρὸς Αἰγιαλὸν γαμεῖ αὐτοῦ τὴν θυγατέρα Εἱλεβίην· ἔφασαν γὰρ τὴν κόρην ἰδοῦσαν τὸν Λύρκον εἰς ἔρωτα ἐλθεῖν καὶ πολλὰ τοῦ πατρὸς δεηθῆναι κατασχεῖν αὐτόν· ὁ δὲ τῆς τε βασιλείας μοῖραν οὐκ ἐλαχίστην ἀποδασάμενος καὶ τῶν λοιπῶν ὑπαργμάτων γαμβρὸν εἶχεν.
§contents.2
α περὶ Λύρκου
§2
Χρόνου δὲ πολλοῦ προϊόντος ὡς τῷ Λύρκῳ παῖδες οὐκ ἐγίνοντο, ἦλθεν εἰς Διδυμέως χρησόμενος περὶ γονῆς τέκνων· καὶ αὐτῷ θεσπίζει ὁ θεὸς παῖδας φύσειν, ᾗ ἂν ἐκ τοῦ ναοῦ χωρισθεὶς πρώτῃ συγγένηται· ὁ δὲ μάλα γεγηθὼς ἠπείγετο πρὸς τὴν γυναῖκα πειθόμενος κατὰ νοῦν ἂν αὐτῷ χωρήσειν τὸ μαντεῖον.
§contents.3
β περὶ Πολυμήλης
§3
Ἐπεὶ δὲ πλέων ἀφίκετο ἐς Βύβασσον πρὸς Στάφυλον τὸν Διονύσου, μάλα φιλοφρόνως ἐκεῖνος αὐτὸν ὑποδεχόμενος εἰς πολὺν οἶνον προυτρέψατο, κἀπειδὴ πολλῇ μέθῃ παρεῖτο, συγκατέκλινεν αὐτῷ Ἡμιθέαν τὴν θυγατέρα. Ταῦτα δὲ ἐποίει προπεπυσμένος τὸ τοῦ χρηστηρίου καὶ βουλόμενος ἐκ ταύτης αὐτῷ παῖδας γενέσθαι.
§contents.4
γ περὶ Εὐίππης
§4
δι’ ἔριδος μέντοι ἐγένοντο Ῥοιώ τε καὶ Ἡμιθέα αἱ τοῦ Σταφύλου τίς αὐτῶν μιχθείη τῷ ξένῳ· τοσοῦτος ἀμφοτέρας κατέσχε πόθος. Λύρκος δὲ ἐπιγνοὺς τῇ ὑστεραίᾳ οἷα ἐδεδράκει καὶ τὴν Ἡμιθέαν ὁρῶν συγκατακεκλιμένην ἐδυσφόρει τε καὶ πολλὰ κατεμέμφετο τὸν Στάφυλον, ὡς ἀπατεῶνα γενόμενον αὐτοῦ· ὕστερον δέ, μηδὲν ἔχων ὅ τι ποιῇ, περιελόμενος τὴν ζώνην δίδωσι τῇ κόρῃ κελεύων ἡβήσαντι τῷ παιδὶ φυλάττειν, ὅπως ἔχῃ γνώρισμα, ὁπόταν ἀφίκοιτο πρὸς τὸν πατέρα αὑτοῦ εἰς Καῦνον, καὶ ἐξέπλευσεν.
§contents.5
δ περὶ Οἰνώνης
§5
Αἰγιαλὸς δὲ ὡς ᾔσθετο τά τε κατὰ τὸ χρηστήριον καὶ τὴν Ἡμιθέαν, ἤλαυνεν τῆς γῆς αὐτόν. Ἔνθα δὴ μάχη συνεχὴς ἦν τοῖς τε τῷ Λύρκῳ προσθεμένοις καὶ τοῖς τὰ Αἰγιαλοῦ φρονοῦσι· μάλιστα δὲ συνεργὸς ἐγίνετο Εἱλεβίη· οὐ γὰρ ἀπεῖπεν τὸν Λύρκον.
§contents.6
ε περὶ Λευκίππου
§6
Μετὰ δὲ ταῦτα ἀνδρωθεὶς ὁ ἐξ Ἡμιθέας καὶ Λύρκου ʽΒασίλος αὐτῷ ὄνομἀ ἦλθεν εἰς τὴν Καυνίαν, καὶ αὐτὸν γνωρίσας ὁ Λύρκος ἤδη γηραιὸς ὢν ἡγεμόνα καθίστησι τῶν σφετέρων λαῶν.
§contents.7
ς περὶ Παλλήνης
§contents.8
ζ περὶ Ἱππαρίνου
§contents.9
η περὶ Ἡρίππης
§contents.10
θ περὶ Πολυκρίτης
§contents.11
ι περὶ Λευκώνης
§contents.12
ια περὶ Βυβλίδος
§contents.13
ιβ περὶ Κάλχου
§contents.14
ιγ περὶ Ἁρπαλύκης
§contents.15
ιδ περὶ Ἀνθέως
§contents.16
ιε περὶ Δάφνης
§contents.17
ις περὶ Λαοδίκης
§contents.18
ιζ περὶ τῆς Περιάνδρου μητρός
§contents.19
ιη περὶ Νεαίρας
§contents.20
ιθ περὶ Παγκρατοῦς
§contents.21
κ περὶ Αἰροῦς
§contents.22
κα περὶ Πεισιδίκης
§contents.23
κβ περὶ Νανίδος
§contents.24
κγ περὶ Ἰωνίδος
§contents.25
κδ περὶ Ἱππαρίνου
§contents.26
κε περὶ Φαΰλλου
§contents.27
κς περὶ Ἀπριάτης
§contents.28
κζ περὶ Ἀλκινόης
§contents.29
κη περὶ Κλείτης
§contents.30
κθ περὶ Δάφνιδος
§contents.31
λ περὶ Κελτίνης
§contents.32
λα περὶ Διμοίτου
§contents.33
λβ περὶ Ἀνθίππης
§contents.34
λγ περὶ Αἰσάονος
§contents.35
λδ περὶ Κορύθου
§contents.36
λε περὶ Εὐλιμένης
§contents.37
λς περὶ Ἀργανθώνης
§dedication
μάλιστα σοὶ δοκῶν ἁρμόττειν, Κορνήλιε Γάλλε, τὴν ἄθροισιν τῶν ἐρωτικῶν παθημάτων, ἀναλεξάμενος ὡς ὅτι μάλιστα ἐν βραχυτάτοις ἀπέσταλκα. Τὰ γὰρ παρά τισι τῶν ποιητῶν κείμενα, τούτων μὴ αὐτοτελῶς λελεγμένων, κατανοήσεις ἐκ τῶνδε τὰ πλεῖστα, αὐτῷ τε σοὶ παρέσται εἰς ἔπη καὶ ἐλεγείας ἀνάγειν τὰ μάλιστα ἐξ αὐτῶν ἁρμόδια διὰ τὸ μὴ παρεῖναι τὸ περιττὸν αὐτοῖς, ὃ δὴ σὺ μετέρχῃ, χεῖρον περὶ αὐτῶν ἐνενοήθης· οἱονεὶ γὰρ ὑπομνηματίων τρόπον αὐτὰ συνελεξάμεθα, καὶ σοὶ νυνὶ τὴν χρῆσιν ὁμοίαν, ὡς ἔοικε, παρέξεται.
Tap any Greek word to look it up