§1 Ἐκ δὲ Ἁλικαρνασσοῦ παῖς Ἀνθεὺς ἐκ βασιλείου γένους ὡμήρευσε παρὰ Φοβίῳ, ἑνὶ τῶν Νειλειδῶν, τότε κρατοῦντι Μιλησίων. Τούτου Κλεόβοια, ἥν τινες Φιλαίχμην ἐκάλεσαν, τοῦ Φοβίου γυνή, ἐρασθεῖσα πολλὰ ἐμηχανᾶτο εἰς τὸ προσαγαγέσθαι τὸν παῖδα· ὡς δὲ ἐκεῖνος ἀπεωθεῖτο, ποτὲ μὲν φάσκων ὀρρωδεῖν μὴ κατάδηλος γένοιτο, ποτὲ δὲ Δία Ξένιον καὶ κοινὴν τράπεζαν προϊσχόμενος, Κλεόβοια κακῶς φερομένη ἐν νῷ εἶχε τίσασθαι αὐτόν, ἀνηλεῆ τε καὶ ὑπέραυχον ἀποκαλουμένη.
§2 Ἔνθα δὴ χρόνου προϊόντος τοῦ μὲν ἔρωτος ἀπηλλάχθαι προσεποιήθη, πέρδικα δὲ τιθασὸν εἰς βαθὺ φρέαρ κατασοβήσασα ἐδεῖτο τοῦ Ἀνθέως ὅπως κατελθὼν ἀνέλοιτο αὐτόν. τοῦ δὲ ἑτοίμως ὑπακούσαντος διὰ τὸ μηδὲν ὑφορᾶσθαι, Κλεόβοια ἐπισείει στιβαρὸν αὐτῷ πέτρον· καὶ μὲν παραχρῆμα ἐτεθνήκει, δὲ ἄρα ἐννοηθεῖσα ὡς δεινὸν ἔργον δεδράκοι, καὶ ἄλλως δὲ καομένη σφοδρῷ ἔργον τοῦ παιδός, ἀναρτᾷ ἑαυτήν.
§3 Φοβίος μέντοι διὰ ταύτην τὴν αἰτίαν ὡς ἐναγὴς παρεχώρησε Φρυγίῳ τῆς ἀρχῆς. Ἔφασαν δέ τινες οὐ πέρδικα, σκεῦος δὲ χρυσοῦν εἰς τὸ φρέαρ βεβλῆσθαι, ὡς καὶ Ἀλέξανδρος Αἰτωλὸς μέμνηται ἐν τοῖσδε ἐν Ἀπόλλωνι· παῖς Ἱπποκλῆος Φοβίος Νειληιάδαο ἔσται ἰθαιγενέων γνήσιος ἐκ πατέρων· τῷ δἄλοχος μνηστὴ δόμον ἵξεται, ἧς ἔτι νύμφης ἠλάκατἐν θαλάμοις καλὸν ἑλισσομένης Ἀσσησοῦ βασιλῆος ἐλεύσεται ἔκγονος Ἀνθεύς, ὅρκἰ ὁμηρείης πίστἐπιβωσάμενος, πρωθήβης, ἔαρος θαλερώτερος ʽοὐδὲ Μελίσσῳ Πειρήνης τοιόνδἀλφεσίβοιον ὕδωρ θηλήσει μέγαν υἱόν, ἀφοὗ μέγα χάρμα Κορίνθῳ ἔσται καὶ βριαροῖς ἄλγεα Βακχιάδαις’, Ἀνθεὺς Ἑρμείῃ ταχινῷ φίλος, ἔπι νύμφη μαινὰς ἄφαρ σχήσει τὸν λιθόλευστον ἔρων· καί καθαψαμένη γούνων ἀθέμιστα τελέσσαι πείσει· δὲ Ζῆνα Ξείνιον αἰδόμενος σπονδάς τἐν Φοβίου καὶ ἅλα ξυνεῶνα θαλείης κρήναις καὶ ποταμοῖς νίψετἀεικὲς ἔπος· δὅταν ἀρνῆται μελεὸν γάμον ἀγλαὸς Ἀνθεύς, δὴ τότε οἱ τεύξει μητιόεντα δόλον, μύθοις ἐξαπαφοῦσα· λόγος δέ οἱ ἔσσεται οὗτος· γαυλός μοι χρύσεος· φρείατος ἐκ μυχάτου νῦν γἀνελκόμενος διὰ μὲν κακὸν ἤρικεν οὖσον, αὐτὸς δἐς Νύμφας ᾤχετἐφυδριάδας· πρὸς σὲ θεῶν, ἀλλεἴ μοι, ἐπεὶ καὶ πᾶσιν ἀκούω ῥηιδίην οἶμον τοῦδἔμεναι στομίου, ἰθύσας ἀνέλοιο, τότἂν μέγα φίλτατος εἴης. ὧδε μὲν Φοβίου Νειλιάδαο δάμαρ φθέγξεθ̓· δοὐ φρασθεὶς ἀπὸ μὲν Λελεγήιον εἷμα μητρὸς ἑῆς ἔργον θήσεται Ἑλλαμενῆς· αὐτὸς δὲ σπεύδων κοῖλον καταβήσεται ἄγκος φρείατος· δἐπί οἱ λιρὰ νοεῦσα γυνὴ ἀμφοτέραις χείρεσσι μυλακρίδα λᾶαν ἐνήσει· καὶ τόθ μὲν ξείνων πολλὸν ἀποτμότατος ἠρίον ὀγκώσει τὸ μεμορμένον, δὑπὸ δειρὴν ἁψαμένη σὺν τῷ βήσεται εἰς Ἀΐδην.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up