§1 Ἐν δὲ Θεσσαλίᾳ Κυάνιππος, υἱὸς Φάρακος, μάλα καλῆς παιδὸς εἰς ἐπιθυμίαν Λευκώνης ἐλθών, παρὰ τῶν πατέρων αἰτησάμενος αὐτὴν ἠγάγετο γυναῖκα. Ἦν δὲ φιλοκύνηγος· καὶ μεθἡμέραν μὲν ἐπί τε λέοντας καὶ κάπρους ἐφέρετο, νύκτωρ δὲ κατῄει πάνυ κεκμηκὼς πρὸς τὴν κόρην, ὥστε μηδὲ διὰ λόγων ἔσθὅτε γινόμενον αὐτῇ εἰς βαθὺν ὕπνον καταφέρεσθαι.
§2 δὲ ἄρα ὑπό τε ἀνίας καὶ ἀλγηδόνων συνεχομένη ἐν πολλῇ ἀμηχανίᾳ ἦν σπουδήν τε ἐποιεῖτο κατοπτεῦσαι τὸν Κυάνιππον, τι ποιῶν ἥδοιτο τῇ κατὄρος διαίτῃ· αὐτίκα δὲ εἰς γόνυ ζωσαμένη κρύφα τῶν θεραπαινίδων εἰς τὴν ὕλην καταδύνει.
§3 Αἱ δὲ τοῦ Κυανίππου κύνες ἐδίωκον μὲν ἔλαφον, οὖσαι δὲ οὐ πάνυ κτίλοι, ἅτε δὴ ἐκ πολλοῦ ἠγριωμέναι, ὡς ὠσφρήσαντο τῆς κόρης, ἐπηνέχθησαν αὐτῇ, καὶ μηδενὸς παρόντος πᾶσαν διεσπάραξαν. καὶ μὲν διὰ πόθον ἀνδρὸς κουριδίου ταύτῃ τέλος ἔσχε·
§4 Κυάνιππος δέ, ὡς ἐπελθὼν κατέλαβε λελωβημένην τὴν Λευκώνην, μεγάλου τε ἄχους ἐπληρώθη, καὶ ἀνακαλεσάμενος τοὺς ἀμφαὑτόν, ἐκείνην μὲν πυρὰν νηήσας ἐπέθετο, αὐτὸς δὲ πρῶτον μὲν τὰς κύνας ἐπικατέσφαξε τῇ πυρᾷ, ἔπειτα δὲ πολλὰ ἀποδυράμενος τὴν παῖδα διεχρήσατο ἑαυτόν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up