§1 Οὐ μόνον δὲ Ὀδυσσεὺς περὶ Αἰόλον ἐξήμαρτεν, ἀλλὰ καὶ μετὰ τὴν ἄλην, ὡς τοὺς μνηστῆρας ἐφόνευσεν, εἰς Ἤπειρον ἐλθὼν χρηστηρίων τινῶν ἕνεκα τὴν Τυρίμμα θυγατέρα ἔφθειρεν Εὐίππην, ὃς αὐτὸν οἰκείως τε ὑπεδέξατο καὶ μετὰ πάσης προθυμίας ἐξένιζε. Παῖς δὲ αὐτῷ γίνεται ἐκ ταύτης Εὐρύαλος.
§2 Τοῦτον μήτηρ, ἐπεὶ εἰς ἥβην ἦλθεν, ἀποπέμπεται εἰς Ἰθάκην, συμβόλαιά τινα δοῦσα ἐν δέλτῳ κατεσφραγισμένα.
§3 τοῦ δὲ Ὀδυσσέως κατὰ τύχην τότε μὴ  παρόντος, Πηνελόπη καταμαθοῦσα ταῦτα καὶ ἄλλως δὲ προπεπυσμένη τὸν τῆς Εὐίππης ἔρωτα, πείθει τὸν Ὀδυσσέα παραγενόμενον, πρὶν γνῶναί τι τούτων ὡς ἔχει, κατακτεῖναι τὸν Εὐρύαλον ὡς ἐπιβουλεύοντα αὐτῷ.
§4 Καὶ Ὀδυσσεὺς μὲν διὰ τὸ μὴ ἐγκρατὴς φῦναι μηδὲ ἄλλως ἐπιεικὴς αὐτόχειρ τοῦ παιδὸς ἐγένετο, καὶ οὐ μετὰ πολὺν χρόνον τόδε ἀπειργάσθαι πρὸς τῆς αὐτὸς αὑτοῦ γενεᾶς τρωθεὶς ἀκάνθῃ θαλασσίας τρυγόνος ἐτελεύτησεν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up