§1 Φάυλλος δ τύραννος ἠράσθη τῆς Ἀρίστωνος γυναικός, ὃς Οἰταίων προστάτης ἦν· οὗτος διαπεμπόμενος πρὸς αὐτὴν χρυσόν τε πολὺν καὶ ἄργυρον ἐπηγγέλλετο δώσειν, εἴ τέ τινος ἄλλου δέοιτο φράζειν ἐκέλευεν ὡς οὐχ ἁμαρτησομένην.
§2 Τὴν δἄρα πολὺς εἶχε πόθος ὅρμου τοῦ τότε κειμένου ἐν τῷ τῆς Προνοίας Ἀθηνᾶς ἱερῷ, ὃν εἶχε λόγος Ἐριφύλης γεγονέναι, ἠξίου τε ταύτης τῆς δωρεᾶς τυχεῖν.
§3 Φάυλλος δὲ τά τε ἄλλα κατασύρων ἐκ Δελφῶν ἀναθήματα ἀναιρεῖται καὶ τὸν ὅρμον· ἐπεὶ δὲ διεκομίσθη εἰς οἶκον τὸν Ἀρίστωνος, χρόνον μέν τινα ἐφόρει αὐτὸν γυνὴ μάλα περίπυστος οὖσα, μετὰ δὲ ταῦτα παραπλήσιον αὐτῇ πάθος συνέβη τῷ περὶ τὴν Ἐριφύλην γενομένῳ.
§4 γὰρ νεώτερος τῶν υἱῶν αὐτῆς μανεὶς τὴν οἰκίαν ὑφῆψε, καὶ τήν τε μητέρα καὶ τὰ πολλὰ τῶν κτημάτων κατέφλεξε.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up