De Hipparino
§1 Ἐν δὲ τῇ Ἰταλῇ Ἡρακλείᾳ παιδὸς διαφόρου τὴν ὄψιν ʽἹππαρῖνος αὐτῷ ὄνομἀ τῶν πάνυ δοκίμων Ἀντιλέων ἠράσθη, ὃς πολλὰ μηχανώμενος οὐδαμῆ δυνατὸς ἦν αὐτὸν ἁρμόσασθαι. περὶ δὲ γυμνάσια διατρίβοντι πολλὰ τῷ παιδὶ προσρυεὶς ἔφη τοσοῦτον αὐτοῦ πόθον ἔχειν, ὥστε πάντα πόνον ἀνατλῆναι, καὶ τι ἂν κελεύῃ μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι.
§2 δὲ ἄρα κατειρωνευόμενος προσέταξεν αὐτῷ ἀπό τινος ἐρυμνοῦ χωρίου, μάλιστα ἐφρουρεῖτο ὑπὸ τοῦ τῶν Ἡρακλεωτῶν τυράννου, τὸν κώδωνα κατακομίσαι, πειθόμενος μὴ ἄν ποτε τελέσειν αὐτὸν τόνδε τὸν ἆθλον. Ἀντιλέων δὲ κρύφα τὸ φρούριον ὑπελθὼν καὶ λοχήσας τὸν φύλακα τοῦ κώδωνος κατακαίνει, κἀπειδὴ ἀφίκετο πρὸς τὸ μειράκιον ἐπιτελέσας τὴν ὑπόσχεσιν, ἐν πολλῇ αὐτῷ εὐνοίᾳ ἐγένετο, καὶ ἐκ τοῦδε μάλιστα ἀλλήλους ἐφίλουν.
§3 Ἐπεὶ δὲ τύραννος τῆς ὥρας ἐγλίχετο τοῦ παιδὸς καὶ οἷός τε ἦν αὐτὸν βίᾳ προσάγεσθαι, δυσανασχετήσας Ἀντιλέων ἐκείνῳ μὲν παρεκελεύσατο μὴ ἀντιλέγειν κινδυνεύειν, αὐτὸς δὲ οἴκοθεν ἐξιόντα τὸν τύραννον προσδραμὼν ἀνεῖλεν· καὶ τοῦτο δράσας δρόμῳ ἵετο καὶ διέφυγεν ἄν, εἰ μὴ προβάτοις συνδεδεμένοις ἀμφιπεσὼν ἐχειρώθη.
§4 Διὸ τῆς πόλεως εἰς τἀρχαῖον ἀποκαταστάσης, ἀμφοτέροις παρὰ τοῖς Ἡρακλεώταις ἐτέθησαν εἰκόνες χαλκαῖ, καὶ νόμος ἐγράφη, μηδένα ἐλαύνειν τοῦ λοιποῦ πρόβατα συνδεδεμένα.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up