§1 Λέγεται δὲ καὶ Κίρκης, πρὸς ἣν Ὀδυσσεὺς ἦλθε, Δαύνιόν τινα Κάλχον ἐρασθέντα τήν τε βασιλείαν ἐπιτρέπειν τὴν Δαυνίων αὐτῇ καὶ ἄλλα πολλὰ μειλίγματα παρέχεσθαι· τὴν δὲ ὑποκαομένην Ὀδυσσέως ʽτότε γὰρ ἐτύγχανε παρὼνἀποστυγεῖν τε αὐτὸν καὶ κωλύειν ἐπιβαίνειν τῆς νήσου.
§2 Ἐπεὶ μέντοι οὐκ ἀνίει φοιτῶν καὶ διὰ στόμα ἔχων τὴν Κίρκην, μάλα ἀχθεσθεῖσα ὑπέρχεται αὐτόν, καὶ αὐτίκα εἰσκαλεσαμένη τράπεζαν αὐτῷ παντοδαπῆς θοίνης πλήσασα παρατίθησιν· ἦν δἄρα φαρμάκων ἀνάπλεω τὰ ἐδέσματα, φαγών τε Κάλχος εὐθέως παραπλὴξ γίνεται, καὶ αὐτὸν ἤλασεν ἐς συφεούς. Ἐπεὶ μέντοι μετὰ χρόνον Δαύνιος στρατὸς ἐπῄει τῇ νήσῳ ζήτησιν ποιούμενος τοῦ Κάλχου, μεθίησιν αὐτόν, πρότερον ὁρκίοις καταδησαμένη, μὴ ἀφίξεσθαί ποτε εἰς τὴν νῆσον μήτε μνηστείας μήτε ἄλλου του χάριν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up