§1 Ὑψικρέων δὲ Μιλήσιος καὶ Προμέδων Νάξιος μάλιστα φίλω ἤστην. Ἀφικομένου οὖν ποτε Προμέδοντος εἰς Μίλητον, θατέρου λέγεται τὴν γυναῖκα Νέαιραν ἐρασθῆναι αὐτοῦ. Καὶ παρόντος μὲν τοῦ Ὑψικρέοντος μὴ τολμᾶν αὐτὴν διαλέγεσθαι τῷ ξένῳ·
§2 μετὰ δὲ χρόνον ὡς μὲν Ὑψικρέων ἐτύγχανεν ἀποδημῶν, δὲ αὖτις ἀφίκετο, νύκτωρ αὐτοῦ κοιμωμένου ὑπεισέρχεται Νέαιρα καὶ πρῶτον μὲν οἵα τε ἦν πείθειν αὐτόν· ἐπειδὴ δὲ ἐκεῖνος οὐκ ἐνεδίδου, Δία τε Ἑταιρήιον καὶ Ξένιον αἰδούμενος, προσέταξεν Νέαιρα ταῖς θεραπαίναις ἀποκλεῖσαι τὸν θάλαμον, καὶ οὕτως, πολλὰ ἐπαγωγὰ ποιούσης, ἠναγκάσθη μιγῆναι αὐτῇ·
§3 τῇ μέντοι ὑστεραίᾳ δεινὸν ἡγησάμενος εἶναι τὸ πραχθὲν ᾤχετο πλέων ἐπὶ τῆς Νάξου. ἔνθα δὴ καὶ Νέαιρα δείσασα τὸν Ὑψικρέοντα διέπλευσεν εἰς τὴν Νάξον· κἀπειδὴ αὐτὴν ἐζήτει Ὑψικρέων, ἱκέτις προσκαθίζετο ἐπὶ τῆς ἑστίας τῆς ἐν τῷ Πρυτανείῳ.
§4 Οἱ δὲ Νάξιοι λιπαροῦντι τῷ Ὑψικρέοντι ἐκδώσειν μὲν οὐκ ἔφασαν, ἐκέλευον μέντοι πείσαντα αὐτὴν ἄγεσθαι· δόξας δὲ Ὑψικρέων ἀσεβεῖσθαι, πείθει τοὺς Μιλησίους πολεμεῖν τοῖς Ναξίοις.
Tap any Greek word to look it up
An open-access project
Hercher 1858
Teubner
Hercher, Teubner, 1858 · 1858
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up