Third Stasimon
735 μεταβολὰ κακῶν· μέγας πρόσθʼ ἄναξ
πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
ἰώ·
δίκα καὶ θεῶν παλίρρους πότμος.
740 ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
πάλιν ἔμολεν
745 πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν
παθεῖνγᾶς ἄναξ.
ἀλλʼ, γεραιοί, καὶ τὰ δωμάτων ἔσω
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
750 ἰώ μοί μοι.
τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
>βοᾷ
φόνου φροίμιον στενάζων ἄναξ.
πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ.
755 καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
τίς θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,
ἄφρονα λόγον
οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ
σθένουσιν θεοί;
760 γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.
σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.
χοροὶ χοροὶ
καὶ θαλίαι μέλουσι Θή-
βας ἱερὸν κατʼ ἄστυ.
765 μεταλλαγαὶ γὰρ δακρύων,
μεταλλαγαὶ συντυχίας
νέας ἔτεκον ἀοιδάς.
βέβακʼ ἄναξ καινός, δὲ παλαίτερος
770 κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.
δοκημάτων
ἐκτὸς ἦλθεν ἐλπίς.
θεοὶ θεοὶ
τῶν ἀδίκων μέλουσι καὶ
τῶν ὁσίων ἐπᾴειν.
χρυσὸς τʼ εὐτυχία
775 φρενῶν βροτοὺς ἐξάγεται,
δύνασιν ἄδικον ἐφέλκων.
Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα·
νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς
ἔθραυσεν ὄλ-
780 βου κελαινὸν ἅρμα.
Ἰσμήνʼ στεφαναφόρει,
ξεσταί θʼ ἑπταπύλου πόλεως
ἀναχορεύσατʼ ἀγυιαί,
Δίρκα θʼ καλλιρρέεθρος,
785 σύν τʼ Ἀσωπιάδες κόραι,
πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί,
Νύμφαι, τὸν Ἡρακλέους
καλλίνικον ἀγῶνα.
790 Πυθίου δενδρῶτι πέτρα
Μουσῶν θʼ Ἑλικωνιάδων
δώματʼ, ,
ἥξετʼ εὐγαθεῖ κελάδῳ
ἐμὰν πόλιν, ἐμὰ τείχη,
Σπαρτῶν ἵνα γένος ἔφανε
795 χαλκασπίδων λόχος, ὃς γᾶν
τέκνων τέκνοις μεταμείβει,
Θήβαις ἱερὸν φῶς.
λέκτρων δύο συγγενεῖς
εὐναί, θνατογενοῦς τε καὶ
800 Διός, ὃς ἦλθεν ἐς εὐνὰν
Νύμφας τᾶς Περσηίδος· ὡς
πιστόν μοι τὸ παλαιὸν -
δη λέχος, Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη,
805 λαμπρὰν δʼ ἔδειξʼ χρόνος
τὰν Ἡρακλέος ἀλκάν·
γᾶς ὃς ἐξέβα θαλάμων
Πλούτωνος δῶμα λιπὼν
νέρτερον.
κρείσσων μοι τύραννος ἔφυς
810 δυσγένειʼ ἀνάκτων,
νῦν ἐσορᾶν ἔφανε
ξιφηφόρων ἐς ἀγώνων
ἅμιλλαν, εἰ τὸ δίκαιον
θεοῖς ἔτʼ ἀρέσκει.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up