First Stasimon
αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ
μολπᾷ Φοῖβος ἰαχεῖ
350 τὸν κάλλει φθιτόν, κιθάραν
ἐλαύνων πλήκτρῳ χρυσέῳ·
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ
ἐς ὄρφναν μολόντα, παῖδʼ
εἴτε Διός νιν εἴπω,
εἴτʼ Ἀμφιτρύωνος ἶνιν,
355 ὑμνῆσαι στεφάνωμα μό-
χθων διʼ εὐλογίας θέλω.
γενναίων δʼ ἀρεταὶ πόνων
τοῖς θανοῦσιν ἄγαλμα.
πρῶτον μὲν Διὸς ἄλσος
360 ἠρήμωσε λέοντος,
πυρσῷ δʼ ἀμφεκαλύφθη
ξανθὸν κρᾶτʼ ἐπινωτίσας
δεινῷ χάσματι θηρός·
τάν τʼ ὀρεινόμον ἀγρίων
365 Κενταύρων ποτὲ γένναν
ἔστρωσεν τόξοις φονίοις,
ἐναίρων πτανοῖς βέλεσιν.
ξύνοιδε Πηνειὸς καλ-
λιδίνας μακραί τʼ ἄρου-
ραι πεδίων ἄκαρποι
370 καὶ Πηλιάδες θεράπναι
σύγχορτοί τʼ Ὀμόλας ἔναυ-
λοι, πεύκαισιν ὅθεν χέρας
πληροῦντες χθόνα Θεσσαλῶν
ἱππείαις ἐδάμαζον·
375 τάν τε χρυσοκάρανον
δόρκαν ποικιλόνωτον
συλήτειραν ἀγρωστᾶν
κτείνας, θηροφόνον θεὰν
Οἰνωᾶτιν ἀγάλλει·
380 τεθρίππων τʼ ἐπέβα
καὶ ψαλίοις ἐδάμασε πώλους
Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα-
ζον κάθαιμα σῖτα γένυσι,
χαρμοναῖσιν ἀνδροβρῶσι
385 δυστράπεζοι· πέραν δʼ
ἀργυρορρύτων Ἕβρου
διεπέρασεν ὄχθων,
Μυκηναίῳ πονῶν τυράννῳ.
ἄν τε Πηλιάδʼ ἀκτὰν
390 Ἀναύρου παρὰ πηγὰς
Κύκνον ξεινοδαΐκταν
τόξοις ὤλεσεν, Ἀμφαναί-
ας οἰκήτορʼ ἄμεικτον·
ὑμνῳδούς τε κόρας
395 ἤλυθεν ἑσπέριον ἐς αὐλάν,
χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ-
ξων, δράκοντα πυρσόνωτον,
ὅς σφʼ ἄπλατον ἀμφελικτὸς
ἕλικʼ ἐφρούρει, κτανών·
400 ποντίας θʼ ἁλὸς μυχοὺς
εἰσέβαινε, θνατοῖς
γαλανείας τιθεὶς ἐρετμοῖς·
οὐρανοῦ θʼ ὑπὸ μέσσαν
ἐλαύνει χέρας ἕδραν,
405 Ἄτλαντος δόμον ἐλθών,
ἀστρωπούς τε κατέσχεν οἴ-
κους εὐανορίᾳ θεῶν·
τὸν ἱππευτάν τʼ Ἀμαζό-
νων στρατὸν Μαιῶτιν ἀμφὶ
410 πολυπόταμον ἔβα διʼ -
410 ξεινον οἶδμα λίμνας,
τίνʼ οὐκ ἀφʼ Ἑλλανίας
ἄγορον ἁλίσας φίλων,
κόρας Ἀρείας πέπλων
χρυσεόστολον φάρος,
415 ζωστῆρος ὀλεθρίους ἄγρας.
τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ-
βάρου κόρας λάφυρα, καὶ
σῴζεται Μυκήναις.
τάν τε μυριόκρανον
420 πολύφονον κύνα Λέρνας
ὕδραν ἐξεπύρωσεν,
βέλεσί τʼ ἀμφέβαλʼ ἰόν,
τὸν τρισώματον οἷσιν -
κτα βοτῆρʼ Ἐρυθείας.
425 δρόμων τʼ ἄλλων ἀγάλματʼ
εὐτυχῆ διῆλθε· τόν τε
πολυδάκρυον ἔπλευσʼ ἐς Ἅι-
δαν, πόνων τελευτάν,
ἵνʼ ἐκπεραίνει τάλας
βίοτον, οὐδʼ ἔβα πάλιν.
430 στέγαι δʼ ἔρημοι φίλων,
τὰν δʼ ἀνόστιμον τέκνων
Χάρωνος ἐπιμένει πλάτα
βίου κέλευθον ἄθεον ἄδι-
κον· ἐς δὲ σὰς χέρας βλέπει
435 δώματʼ οὐ παρόντος.
εἰ δʼ ἐγὼ σθένος ἥβων
δόρυ τʼ ἔπαλλον ἐν αἰχμᾷ,
Καδμείων τε σύνηβοι,
τέκεσιν ἂν προπαρέσταν
440 ἀλκᾷ· νῦν δʼ ἀπολείπομαι
τᾶς εὐδαίμονος ἥβας.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up