Second Stasimon
νεότας μοι φίλον αἰ-
εί· τὸ δὲ γῆρας ἄχθος
βαρύτερον Αἴτνας σκοπέλων
640 ἐπὶ κρατὶ κεῖται, βλεφάρων
σκοτεινὸν φάος ἐπικαλύψαν.
μή μοι μήτʼ Ἀσιήτιδος
τυραννίδος ὄλβος εἴη,
645 μὴ χρυσοῦ δώματα πλήρη
τᾶς ἥβας ἀντιλαβεῖν,
καλλίστα μὲν ἐν ὄλβῳ,
καλλίστα δʼ ἐν πενίᾳ.
τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
650 ρας μισῶ· κατὰ κυμάτων δʼ
ἔρροι, μηδέ ποτʼ ὤφελεν
θνατῶν δώματα καὶ πόλεις
ἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ-
εὶ πτεροῖσι φορείσθω.
655 εἰ δὲ θεοῖς ἦν ξύνεσις
καὶ σοφία κατʼ ἄνδρας,
δίδυμον ἂν ἥβαν ἔφερον
φανερὸν χαρακτῆρʼ ἀρετᾶς
660 ὅσοισιν μέτα, κατθανόντες τʼ
εἰς αὐγὰς πάλιν ἁλίου
δισσοὺς ἂν ἔβαν διαύλους,
δυσγένεια δʼ ἁπλοῦν ἂν
εἶχεν ζόας βίοτον,
665 καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂν
γνῶναι καὶ τοὺς ἀγαθούς,
ἴσον ἅτʼ ἐν νεφέλαισιν -
στρων ναύταις ἀριθμὸς πέλει.
νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν
670 χρηστοῖς οὐδὲ κακοῖς σαφής,
ἀλλʼ εἱλισσόμενός τις αἰ-
ὼν πλοῦτον μόνον αὔξει.
οὐ παύσομαι τὰς Χάριτας
Μούσαις συγκαταμειγνύς,
675 ἁδίσταν συζυγίαν.
μὴ ζῴην μετʼ ἀμουσίας,
αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ-
ην· ἔτι τοι γέρων ἀοι-
δὸς κελαδεῖ Μναμοσύναν·
680 ἔτι τὰν Ἡρακλέους
καλλίνικον ἀείδω
παρά τε Βρόμιον οἰνοδόταν
παρά τε χέλυος ἑπτατόνου
μολπὰν καὶ Λίβυν αὐλόν·
685 οὔπω καταπαύσομεν
Μούσας, αἵ μʼ ἐχόρευσαν.
παιᾶνα μὲν Δηλιάδες
ὑμνοῦσʼ ἀμφὶ πύλας τὸν
Λατοῦς εὔπαιδα γόνον
690 εἱλίσσουσαι καλλίχορον·
παιᾶνας δʼ ἐπὶ σοῖς μελά-
θροις κύκνος ὣς γέρων ἀοι-
δὸς πολιᾶν ἐκ γενύων
κελαδήσω· τὸ γὰρ εὖ
695 τοῖς ὕμνοισιν ὑπάρχει·
Διὸς παῖς· τᾶς δʼ εὐγενίας
πλέον ὑπερβάλλων ἀρετᾷ
μοχθήσας τὸν ἄκυμον
θῆκεν βίοτον βροτοῖς
700 πέρσας δείματα θηρῶν.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up