Prologue
Ἀμφιτρύων
Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,
Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτε
ἔτιχθʼ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους;
ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ γηγενὴς
5 σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης
ἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν
τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ
Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.
Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,
10 ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε
λωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺς
δόμους κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ,
Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς
15 Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν
ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν
Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς
ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων,
καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,
20 ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο
κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα
25 ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.
γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
30 Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών,
κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν.
35 ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον
κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει
40 κτανὼν δάμαρτά θʼ, ὡς φόνῳ σβέσῃ φόνον,
κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν
γέροντʼ ἀχρεῖονμή ποθʼ οἵδʼ ἠνδρωμένοι
μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
ἐγὼ δέλείπει γάρ με τοῖσδʼ ἐν δώμασιν
45 τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς
μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός
σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους,
βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο
50 Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.
πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν,
σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ
πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι
δόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας.
55 φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,
οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
τοιοῦτον ἀνθρώποισιν δυσπραξία·
ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ
τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.
Μεγάρα
60 πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν
στρατηλατήσας κλεινὰ Καδμείων δορός,
ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης,
ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ,
65 ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέρι
πηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα,
ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῷ
ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο,
70 ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον,
οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.
οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,
μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς;
75 τί δρᾷ, πόθʼ ἥξει; τῷ νέῳ δʼ ἐσφαλμένοι
ζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρω
λόγοισι, μυθεύουσα. θαυμάζων δʼ ὅταν
πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα,
ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ.
80 νῦν οὖν τίνʼ ἐλπίδʼ πέδον σωτηρίας
ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ·
φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους·
οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίας
85 ἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχεις
λέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον .
Ἀμφιτρύων
χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.
θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε
φαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου·
Μεγάρα
90 λύπης τι προσδεῖς φιλεῖς οὕτω φάος;
Ἀμφιτρύων
καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.
Μεγάρα
κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον.
Ἀμφιτρύων
ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη.
Μεγάρα
δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.
Ἀμφιτρύων
95 ἔτʼ ἂν γένοιτʼ, θύγατερ, οὔριος δρόμος
ἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν,
ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνων
πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,
100 κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.
κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει·
οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.
ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα.
105 οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι
πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up