Second Episode
Χορός
ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένων
ἔνδυτʼ ἔχοντας, τοὺς τοῦ μεγάλου
δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους,
445 ἄλοχόν τε φίλην ὑπὸ σειραίοις
ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν
πατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ,
δακρύων ὡς οὐ δύναμαι κατέχειν
450 γραίας ὄσσων ἔτι πηγάς.
Μεγάρα
εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων
τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;
ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε.
τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
455 ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων
τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι
ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
460 φεῦ·
460 πολύ με δόξης ἐξέπαισαν ἐλπίδες,
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα.
σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ κατθανὼν πατήρ,
Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους
τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
465 στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ
λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο·
σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε·
470 ἐς δεξιάν τε σὴν ἀλεξητήριον
ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι
475 πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ·
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,
κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸς
Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς
πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.
480 καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ τύχη
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν,
ἐμοὶ δὲ δάκρυα λουτράδύστηνος φρενῶν.
πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.
485 ὤμοι, τίνʼ ὑμῶν πρῶτον τίνʼ ὕστατον
πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους,
ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ;
490 φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται
θνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω·
θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ,
πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς.
ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι·
495 ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
Ἀμφιτρύων
σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
ἐγὼ δὲ σέ, Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν
500 μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις.
καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει.
ἀλλʼ, γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε,
505 ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
ὡς ἐλπίδας μὲν χρόνος οὐκ ἐπίσταται
σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο.
ὁρᾶτʼ ἔμʼ ὅσπερ περίβλεπτος βροτοῖς
ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ τύχη
510 ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ.
δʼ ὄλβος μέγας τε δόξʼ οὐκ οἶδʼ ὅτῳ
βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
Μεγάρα
ἔα·
πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· τί φῶ;
Ἀμφιτρύων
515 οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει.
Μεγάρα
ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν.
τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ;
οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
520 δεῦρʼ, τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων,
ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς
σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος.
Ἡρακλῆς
χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς,
ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών.
525 ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτων
στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,
ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,
πατέρα τε δακρύοντασυμφορὰς τίνας;
φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
530 γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
Μεγάρα
φίλτατʼ ἀνδρῶν
φάος μολὼν πατρί
ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
Ἡρακλῆς
τί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ;
Μεγάρα
διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
535 εἰ πρόσθεν ἥρπασʼ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν·
τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ.
Ἡρακλῆς
Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.
Μεγάρα
τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
Ἡρακλῆς
540 πῶς φῄς; τί δράσας δορὸς ποίου τυχών;
Μεγάρα
Λύκος σφʼ καινὸς γῆς ἄναξ διώλεσεν.
Ἡρακλῆς
ὅπλοις ἀπαντῶν νοσησάσης χθονός;
Μεγάρα
στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος.
Ἡρακλῆς
τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος;
Μεγάρα
545 κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.
Ἡρακλῆς
τί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων;
Μεγάρα
μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
Ἡρακλῆς
κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
Μεγάρα
θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα.
Ἡρακλῆς
550 καὶ πρὸς βίαν ἐθνῄσκετʼ; τλήμων ἐγώ.
Μεγάρα
φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν.
Ἡρακλῆς
πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία;
Μεγάρα
Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
Ἡρακλῆς
τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν;
Μεγάρα
555 βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους
Ἡρακλῆς
κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι;
Μεγάρα
αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
Ἡρακλῆς
οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων;
Μεγάρα
φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
Ἡρακλῆς
560 μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
Μεγάρα
ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές.
Ἡρακλῆς
οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμης
καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
565 ἐγὼ δένῦν γὰρ τῆς ἐμῆς ἔργον χερός
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
καινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼν
ῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσους
κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,
570 τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι·
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι
νεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου,
Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
τῷ γάρ μʼ ἀμύνειν μᾶλλον δάμαρτι χρὴ
575 καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι·
μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός,
θνῄσκειν ἀμύνοντʼ· τί φήσομεν καλὸν
ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
580 Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆς
καλλίνικος ὡς πάροιθε λέξομαι.
Χορός
δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,
πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
Ἀμφιτρύων
585 πρὸς σοῦ μέν, παῖ, τοῖς φίλοις τʼ εἶναι φίλον
τά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν.
Ἡρακλῆς
τί δʼ ἐστὶ τῶνδε θᾶσσον χρεών, πάτερ;
Ἀμφιτρύων
πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
590 οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις
δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας.
ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.
Ἡρακλῆς
595 μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις·
ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις,
ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα·
ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
Ἀμφιτρύων
καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν
600 καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν.
ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
ἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ·
μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται
τῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν
605 μὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον.
Ἡρακλῆς
δράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων.
χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
Ἅιδου Κόρης τʼ ἔνερθεν, οὐκ ἀτιμάσω
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
Ἀμφιτρύων
610 ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον;
Ἡρακλῆς
καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
Ἀμφιτρύων
μάχῃ κρατήσας θεᾶς δωρήμασιν;
Ἡρακλῆς
μάχῃ· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών.
Ἀμφιτρύων
καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως θήρ;
Ἡρακλῆς
615 Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις.
Ἀμφιτρύων
οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω;
Ἡρακλῆς
οὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος.
Ἀμφιτρύων
χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί;
Ἡρακλῆς
Θησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ.
Ἀμφιτρύων
620 καὶ ποῦ ʼστιν; γῆς πατρίδος οἴχεται πέδον;
Ἡρακλῆς
βέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών.
ἀλλʼ εἶʼ, ὁμαρτεῖτʼ, τέκνʼ, ἐς δόμους πατρί·
καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδων
πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
625 καὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε·
σύ τʼ, γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
τρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων·
οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
,
οἵδʼ οὐκ ἀφιᾶσʼ, ἀλλʼ ἀνάπτονται πέπλων
630 τοσῷδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ;
ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν,
ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·
φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶν
635 οἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·
ἔχουσιν, οἳ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up