Heracles Returns
Λύκος
ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ·
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέους
705 ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν.
Ἀμφιτρύων
ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα
ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
710 ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
στέργειν ἀνάγκη· δραστέον δʼ σοὶ δοκεῖ.
Λύκος
ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου;
Ἀμφιτρύων
δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι
Λύκος
τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον;
Ἀμφιτρύων
715 ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις
Λύκος
ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον.
Ἀμφιτρύων
καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.
Λύκος
δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.
Ἀμφιτρύων
οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
Λύκος
720 χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
Ἀμφιτρύων
μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
Λύκος
ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον,
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι,
725 ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.
Ἀμφιτρύων
σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως
ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς
κακόν τι πράξειν. γέροντες, ἐς καλὸν
στείχει, βρόχοισι δʼ ἀρκύων γενήσεται
730 ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸν
πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ
ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up